Ancient Greek
Περὶ σαββάτων καὶ περιτομῆς ἐκ τοῦ εξόδου
Athanasius Alexandrinus, De sabbatis et circumcisione (Ms A) 3
Not analysed yet
Οὐκοῦν οὐκ ἀργίαν σημαίνει τὸ σάββατον, ἀλλὰ γνῶσιν μὲν τοῦ ποιητοῦ, παῦλαν δὲ τοῦ σχήματος τῆς κτίσεως ταύτης, ὡς καὶ ἐν τῷ Ἰεζεχιὴλ διαμαρτύρεται λέγων ὁ θεός· Καὶ τὰ σάββατά μου ἔδωκα αὐτοῖς τοῦ εἶναι εἰς σημεῖον ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον αὐτῶν τοῦ γνῶναι αὐτούς, δίοτι ἐγὼ κύριος ὁ ἁγιάζων αὐτούς. Γνώσεως ἄρα καὶ οὐκ ἀργίας ἕνεκεν ἐδόθη τὸ σάββατον· ὡς εἶναι μᾶλλον τὴν γνῶσιν ἀναγκαιοτέραν τῆς ἀργίας. Διὰ τοῦτο ὁ κύριος ἔλεγε τοῖς αἰτιωμένοις τοὺς μαθητὰς ἐπὶ τὸ τίλλειν στάχυας· Εἰ ἐγνώκειτε τί ἐστιν· Ἔλεον θέλω καὶ οὐ θυσίαν. Ἀργοῦντας γὰρ αὐτοὺς ἐν τῷ σαββάτῳ ᾐτιᾶτο, ὅτι τὸ ἴδιον τοῦ σαββάτου οὐκ ἔχετε, ὅπερ ἐστὶν ἡ πρὸς τὴν ἀλήθειαν γνῶσις. Διὰ τοῦτο καὶ περὶ τὴν Ἱεριχὼ κελεύονται σαλπίζειν οἱ τὸν νόμον τοῦ σαββάτου λαβόντες ἑπτὰ ἡμέρας ,ἐν αἷς ἑπτὰ καὶ τὸ σάββατον ἐμπίπτει. Εἰ τοίνυν ἕνεκα τοῦ ἀργεῖν ἐδόθη τὸ σάββατον, διὰ τί ἐργάζεσθαι προστάττονται σαλπίζοντες; Ἀλλ’ ἠπίστατο, ὅτι καὶ σαλπίζοντες ἐσαββάτιζον, οὐκ ἀργοῦντες, ἀλλὰ γινώσκοντες τὸν βοηθοῦντα αὐτοῖς κύριον. Ὥσπερ καὶ ἐπὶ τοῦ περιτεμνομένου ὀκταημέρου, ἀνάγκην γὰρ ἔχει καὶ τῷ σαββάτῳ περιτέμνειν, καὶ ὅμως σαββατίζει, ἐργαζόμενος μὲν γινώσκων δὲ τὸν θεόν, Ἀμέλει καὶ τὰς μὴ ἡμέρας τῶν σαββάτων, ὅμως διὰ τὴν ἄφεσιν τῶν ἁμαρτιῶν καὶ τὴν τῆς θεογνωσίας χάριν, σάββατα ὀνομάζειν εἴωθεν ὁ νόμος, μᾶλλον δὲ ὁ κύριος τοῦ νόμου, ὡς ἐν τῷ Λευϊτικῷ· Καὶ ἐλάλησε κύριος πρὸς Μωσῆν λέγων· Καὶ τῇ δεκάτῃ τοῦ μονὸς τοῦ ἑβδόμου τούτου ἡμέρα ἐξιλασμοῦ· κλητὴ ἁγία ἔσται ὑμῖν, καὶ ταπεινώσετε τὰς ψυχὰς ὑμῶν καὶ προσάξετε ὁλοκαυτώματα τῷ κυρίῳ. Πᾶν ἔργον οὐ ποιήσετε ἐν αὐτῇ τῇ ἡμέρᾳ ταύτῃ. Καὶ μετ’ ὀλίγα· Καὶ ἔσται πᾶσα ψυχή, ἥτις ποιήσει ἔργον ἐν αὐτῇ τῇ ἡμέρᾳ ταύτῃ ,ἀπολεῖται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς. Πᾶν ἔργον οὐ ποιήσετε. Νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν σάββατα σαββάτων ἔσται ὑμῖν. Καὶ ταπεινώσετε τὰς ψυχὰς ὑμῶν ἀπὸ ἐνάτης τοῦ μηνός, ἀπὸ ἑσπέρας ἕως ἑσπέρας, καὶ σαββατιεῖτε τὰ σάββατα ὑμῶν. Οὐκοῦν οὐχ ἡ ἑβδόμη ἐστὶ τὸ σάββατον, ἀλλ’ ἡ ἄφεσις τῶν ἁμαρτιῶν, ὅτε τις ἀπ’ αὐτῶν καταπαύει. Οὐδὲ ἡ ἀργία ἐστὶ τὸ σάββατον, ἀλλ’ ἡ ἐξομολόγησις καὶ τὸ ταπεινοῦν τὴν ψυχήν. Οὐ γὰρ ὡρισμένως τῷ σαββάτῳ εἴρηκεν, ἀλλ’ ἁπλῶς τῇ δεκάτῃ, ἣν συμβαίνει ἀπαντᾷν μὴ ἐν σαββάτῳ. Καὶ ὅμως τὴν ἀπαντῶσαν ἡμέραν διὰ τὸν ἐξιλασμὸν σάββατον, οὐχ ἁπλῶς, ἀλλὰ σάββατα σαββάτων ὀνομάζει. Εἰ δὲ ταύτην σάββατον ὀνομάζει, ἐν δὲ σαββάτῳ ἐργάζεσθαι κελεύει. Οὐκ ἄρα ἀργίας προηγουμένως ἐστὶ νόμος τὸ σάββατον, ἀλλὰ γνώσεως καὶ ἐξιλασμοῦ καὶ ἀργίας ἀπὸ κακίας πάσης.