Ancient Greek · ~1 min
Section pr to 1
Athanasius Alexandrinus, Epistula ad Ioannem et Antiochum Section pr-1
Not analysed yet
Ἀθανάσιος Ἰωάννῃ καὶ Ἀντιόχῳ, ἀγαπητοῖς υἱοῖς καὶ συμπρεσβυτέροις, ἐν κυρίῳ χαίρειν. Ἐχάρην δεξάμενος ὑμῶν καὶ νῦν ἐπιστολήν, ὅτι μάλιστα ἀπὸ Ἱεροσολύμων ἐγράψατε, καὶ χάριν ὑμῖν ἔχω, ὅτι ἐδηλώσατε περὶ τῶν ἀδελφῶν τῶν ἐκεῖ συναγομένων καὶ περὶ τῶν βουλομένων προφάσει ζητημάτων ταράττειν τοὺς ἀκεραίους.