Ancient Greek · ~9 min
Chapter 61
Athanasius Alexandrinus, Oratio I contra Arianos 61
Not analysed yet
61. Τὸ οὖν κρείττων,ʼ ὥσπερ εἴρηται, οὐχ οἷόν τε ἦν δι᾿ ἑτέρου τινὸς γενέσθαι ἢ διὰ τοῦ Υἱοῦ, τοῦ καθημένου ἐν δεξιᾷ τοῦ Πατρός.’ Τί δὲ τοῦτο σημαίνει, ἢ τὸ γνήσιον τοῦ Υἱοῦ, καὶ τὴν θεότητα τοῦ Πατρὸς ταύτην εἶναι τοῦ Υἱοῦ ; Τήν τε γὰρ τοῦ Πατρὸς βασιλείαν βασιλεύων ὁ Υἱὸς, ἐπὶ τὸν αὐτὸν θρόνον τῷ Πατρὶ κάθηται, καὶ τῇ τοῦ Πατρὸς θεότητι θεωρούμενος, ‘Θεός ἐστιν ὁ Λόγος,’ καὶ ‘ὁ βλέπων τὸν Υἱὸν βλέπει τὸν Πατέρα·’ καὶ οὕτως εἶς Θεός ἐστιν. Ἐκ δεξιῶν γοῦν καθήμενος, ἀριστερὸν οὐ ποιεῖ τὸν Πατέρα· ἀλλʼ ὅπερ ἐστὶ δεξιὸν καὶ τίμιον ἐν τῷ Πατρὶ, τοῦτο καὶ ὁ Υἱὸς ἔχει, καὶ λέγει· ‘Πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστι.’ Διὰ τοῦτο γὰρ καὶ καθήμενος ἐκ δεξιῶν ὁ Υἱὸς ὁρᾷ τὸν Πατέρα καὶ αὐτὸς ἐκ δεξιῶν, κἂν ὡς ἄνθρωπος γενόμενος λέγῃ· ‘Προωρώμην τὸν Κύριόν μου ἐνώπιόν μου διὰ παντὸς, ὅτι ἐκ δεξιῶν μου ἐστὶν, ἵνα μὴ σαλευθῶ.’ Δείκνυται γὰρ πάλιν καὶ ἐν τούτῳ, ὡς ὁ Υἱὸς ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν τῷ Υἱῷ. Δεξιοῦ γὰρ ὄντος τοῦ Πατρὸς, ἐν τῷ δεξιῷ ἐστιν ὁ Υἱός· καὶ καθημένου τοῦ Υἱοῦ ἐκ δεξιῶν, ὁ Πατήρ ἐστιν ἐν τῷ Υἱῷ. Καὶ οἱ μὲν ἄγγελοι διακονοῦσιν ἀνερχόμενοι καὶ κατερχόμενοι· περὶ δὲ τοῦ Υἱοῦ φησι, ‘Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ·’ καὶ ὅτε μὲν ἄγγελοι διακονοῦσι, λέγουσιν ὅτι ‘ἀπεστάλην πρὸς σέ·’ καὶ, ‘Κύριος ἐνετείλατο·’ ὁδὲ Υἱὸς, κἂν λέγῃ ἀνθρωπίνως ὅτι ‘ἀπεστάλην,’ καὶ ἔρχεται ‘τὸ ἔργον τελειῶσαι’ καὶ ‘διακονῆσαι,’ λέγει ὅμως, ὡς Λόγος καὶ εἰκὼν ὑπάρχων, ‘Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστι·’ καὶ, ‘Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα·’ καὶ, ‘ὁ Πατὴρ ἐν ἐμοὶ μένων, αὐτὸς τὰ ἔργα ποιεῖ·’ ἃ γὰρ ἐν τῇ εἰκόνι τις ταύτῃ θεωρεῖ, ταῦτα τοῦ Πατρός ἐστιν ἔργα. Ἒστι μὲν οὖν ἱκανὰ ταῦτα δυσωπῆσαι τοὺς μαχομένους πρὸς αὐτὴν τὴν ἀλήθειαν· εἰ δʼ ὅτι γέγραπται, ‘γενόμενος κρείττων,’ τὸ ‘γενόμενος’ οὐ θέλουσιν, ὡς περὶ Υἱοῦ λεγόμενον, ἴσον ἀκοῦσαι ‘γεγενῆσθαι,’ καὶ ‘ἔστιν,’ ἢ διά τὸ γεγενῆσθαι τὴν κρείττονα διακονίαν τὸ ‘γενόμενος’ λαβεῖν καὶ νοεῖν, ὥσπερ εἴπομεν, ἀλλά νομίζουσιν ἐκ ταύτης τῆς λέξεως γενητὸν εἰρῆσθαι τὸν Λόγον· ἀκουέτωσαν συντόμῳ λόγῳ ταῦτα πάλιν, ἐπειδὴ τῶν εἰρημένων ἐπελάθοντο.