Ancient Greek · ~9 min
Chapter 62
Athanasius Alexandrinus, Oratio I contra Arianos 62
Not analysed yet
62. Εἰ μὲν ἐκ τῶν ἀγγέλων ἐστὶν ὁ Υἱὸς, ἔστω καὶ ἐπʼ αὐτοῦ ὡς ἐπʼ ἐκείνων τὸ ‘γενόμενος,’ καὶ μηδὲν αὐτῶν κατὰ τὴν φύσιν διαφερέτω· ἀλλʼ ἔστωσαν ἢ καὶ οὖτοι ‘υἱοὶ,’ ἢ κἀκεῖνος ‘ἄγγελος,’ καὶ κοινῇ πάντες καθεζέσθωσαν ἐκ δεξιῶν τοῦ Πατρός· ἢ μετὰ πάντων καὶ ὁ Υἱὸς παρεστηκέτω ὡς ‘λειτουργικὸν πνεῦμα, εἰς διακονίαν ἀποστελλόμενοςʼ καὶ αὐτὸς, ὁμοίως ἐκείνων. Εἰ δὲ διίστησιν ὁ Παῦλος τὸν Υἱὸν ἀπὸ τῶν γενητῶν, λέγων· ‘Τίνι γὰρ εἶπέ ποτε τῶν ἀγγέλων· Υἱός μου εἶ σύ ;’ καὶ οὖτος μὲν δημιουργεῖ τὸν οὐρανὸν καὶ τὴν γῆν, αὐτοὶ δὲ παῤ αὐτοῦ γίνονται· καὶ αὐτὸς μὲν μετὰ τοῦ Πατρὸς καθέζεται, οἱ δὲ παρεστήκασι λειτουργοῦντες· τίνι πάλιν οὐκ ἔστι φανερὸν ὅτι οὐκ ἐπὶ τῆς οὐσίας τοῦ Λόγου ἔλεγε τὸ ‘γενόμενος,’ ἀλλʼ ἐπὶ τῆς δι’ αὐτοῦ γενομένης διακονίας ; Ὡς γὰρ Λόγος ὢν, γέγονε σὰρξ, οὕτω, γενόμενος ἄνθρωπος, ‘γέγονε τοσούτῳ κρείττων’ ἐν τῇ διακονίᾳ τῆς διὰ τῶν ἀγγέλων γενομένης διακονίας, ὅσῳ διαφέρει δούλων υἱὸς, καὶ δὲ δημιουργὸς τῶν δημιουργουμένων· ὥστε παυσάσθωσαν ἐπὶ τῆς οὐσίας τοῦ Υἱοῦ λαμβάνειν τὸ ‘γενόμενος·’ οὐκ ἔστι γὰρ τῶν γενητῶν· καὶ γνώτωσαν, ὅτι τῆς διακονίας καὶ τῆς γενομένης οἰκονομίας σημαντικόν ἐστι τὸ ‘γενόμενος.’ Πῶς δὲ γέγονε κρείττων ἐν τῇ διακονίᾳ, κρείττων ὢν τῇ φύσει παρὰ τὰ γενητὰ, δείκνυσι τὰ προειρημένα, καὶ ἡγοῦμαι μὲν κἂν οὕτως αὐτοὺς αἰσχύνεσθαι. Ἂν δʼ ἄρα φιλονεικῶσιν, ἀκόλουθον ἂν εἴη πρὸς τὴν ἀλόγιστον αὐτῶν τόλμαν ὁμόσε χωρῆσαι τούτοις, καὶ τὰ ὅμοια ῥητὰ περὶ αὐτοῦ τοῦ Πατρὸς εἰρημένα ἀντιθεῖναι τούτοις, ἵνα ἢ δυσωπηθέντες ‘παύσωσιν ἑαυτῶν τὴν γλῶτταν ἀπὸ κακῶν,ʼ ἢ γνῶσιν εἰς ὅσον βάθος εἰσιν ἀνοίας. Γέγραπται τοίνυν· ‘Γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστὴν, καὶ εἰς οἶκον καταφυγῆς, τοῦ σῶσαί με·’ καὶ πάλιν· ‘Ἐγένετο Κύριος καταφυγὴ τῷ πένητι·’ καὶ ὅσα τοιαῦτα ἐν ταῖς θείαις γραφαῖς εὑρίσκεται. Εἰ μὲν οὖν εἰς τὸν Υἱὸν εἰρῆσθαι ταῦτα λέγουσιν, ὃ καὶ τάχα καὶ μᾶλλον ἀληθές ἐστιν· ἐπιγνώτωσαν, ὅτι μὴ ὄντα γενητὸν αὐτὸν ἀξιοῦσι γενέσθαι βοηθὸν ἑαυτοῖς καὶ οἶκον καταφυγῆς οἱ ἅγιοι· καὶ λοιπὸν τὸ ‘γενόμενος,’ καὶ τὸ ἐποίησε,’ καὶ τὸ ‘ἔκτισεν,ʼ εἰς τὴν ἔνσαρκον αὐτοῦ παρουσίαν λαμβανέτωσαν. Τότε γὰρ ‘γέγονεʼ βοηθὸς καὶ οἶκος καταφυγῆς, ὅτε ‘τῷ σώματι ἑαυτοῦ τὰς ἁμαρτίας ἡμῶν ἀνήνεγκεν ἐπὶ τὸ ξύλον,’ καὶ ἔλεγε· ‘Δεῦτε πρὸς μὲ, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς.’