Ancient Greek · ~8 min
Chapter 61
Athanasius Alexandrinus, Oratio II contra Arianos 61
Not analysed yet
61. Τοιαύτης τοίνυν οὔσης τῆς διαφορᾶς τοὺ ἔκτισε,᾿ καὶ τοῦ ‘γεννᾷ με,᾿ καὶ, ‘τῆς ἀρχῆς ὀδῶν,᾿ καὶ τοῦ ‘πρὸ πάντων·’ τῶν μὲν ἀνθρώπων κτίστης ὢν ὁ Θεὸς, οὕτως, ὥσπερ εἴρηται, γίνεται καὶ ὕστερον πατὴρ, διὰ τὸν ἐν αὐτοῖς οἰκοῦντα Λόγον αὐτοῦ, Ἐπὶ δὲ τοῦ Λόγου τὸ ἔμπαλιν· Πατὴρ γὰρ ὢν αὐτοῦ φύσει ὁ Θεὸς, γίνεται μετὰ ταῦτα καὶ κτίστης αὐτοῦ καὶ ποιητὴς, ὅταν τὴν κτισθεῖσαν καὶ ποιηθεῖσαν ἐνδύσηται σάρκα ὁ Λόγος, καὶ γένηται ἄνθρωπος. Ὥσπερ γὰρ οἱ ἄνθρωποι, λαμβάνοντες ‘τὸ Πνεῦμα τοῦ Υἱοῦ,᾿ γίνονται τέκνα διʼ αὐτοῦ· οὕτως ὁ Λόγος τοῦ Θεοῦ, ὅτε καὶ αὐτὸς ἐνεδύσατο τῶν ἀνθρώπων τὴν σάρκα, τότε λέγεται καὶ κτίζεσθαι καὶ πεποιῆσθαι. Εἰ μὲν οὖν ἡμεῖς κατὰ φύσιν υἱοὶ, δῆλον ὅτι κἀκεῖνος κατὰ φύσιν κτίσμα καὶ ποίημα· εἰ δὲ ἡμεῖς θέσει καὶ κατὰ χάριν γινόμεθα υἱοὶ, δῆλον ὅτι καὶ ὁ Λόγος διὰ τὴν εἰς ἡμᾶς χάριν γενόμενος ἄνθρωπος εἴρηκε, ‘Κύριος ἔκτισε με. ᾿Εἷτα ἐπειδὴ τὸ κτιστὸν ἐνδυσάμενος, γέγονεν ἡμῖν ὅμοιος κατὰ τὸ σῶμα, διὰ τοῦτο εἰκότως καὶ ‘ἀδελφὸςʼ ἡμῶν καὶ ‘πρωτότοκοςʼ ἐκλήθη. Εἰ γὰρ καὶ μεθʼ ἡμᾶς δι᾿ ἡμᾶς γέγονεν ἄνθρωπος, καὶ ἀδελφὸς ἡμῶν διὰ τὴν του σώματος ὁμοίωσιν, ἀλλὰ καὶ ἐν τούτῳ ‘πρωτότοκος λέγεται καὶ ἔστιν ἡμῶν, ἐπειδὴ, πάντων τῶν ἀνθρώπων ἀπολλυμένων κατὰ τὴν παράβασιν τοῦ Ἀδὰμ, πρώτη τῶν ἄλλων ἐσώθη καὶ ἠλευθερώθη ἡ ἐκείνου σὰρξ, ὡς αὐτοῦ τοῦ Λόγου σῶμα γενομένη· καὶ λοιπὸν ἡμεῖς, ὡς ‘σύσσωμοιʼ τυγχάυοντες, κατ᾿ ἐκεῖνο σωζόμεθα. Ἐν ἐκείνῳ γὰρ ἡμῶν καὶ ὁδηγὸς ὁ Κύριος εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ πρὸς τὸν ἑαυτοῦ Πατέρα γίνεται, λέγων, ‘Ἐγώ εἰμι ἡ ὁδὸς᾿ καὶ ‘ἡ θύρα, καὶ δι᾿ ἐμοῦ δεὶ πάντας εἰσελθεῖν. ᾿Ὅθεν καὶ ‘πρωτότοκος’ λέγεται πάλιν ‘ἐκ τῶν νεκρῶν,’ οὐχ ὅτι πρῶτος ἡμῶν ἀπέθανε· (προετεθνήκειμεν γὰρ ἡμεῖς·) ἀλλʼ ὅτι τὸν ὑπὲρ ἡμῶν ἀναδεξάμενος θάνατον, καὶ τοῦτον ‘καταργήσας,᾿ γήσας,ʼ ἀνέστη πρῶτος, ὡς ἄνθρωπος, ὑπὲρ ἡμῶν ἀναστήσας τὸ ἑαυτοῦ σῶμα. Λοιπὸν γὰρ ἀναστάντος ἐκείνου, καθεξῆς καὶ ἡμεῖς ἀπʼ ἐκείνου καὶ διʼ ἐκεῖνον ἐκ τῶν νεκρῶν ἐγειρόμεθα.