Ancient Greek
Chapter 22
Athanasius Alexandrinus, Oratio III contra Arianos 22
Not analysed yet
22. Ὁ μὲν οὖν Λόγος τὴν ὄντως καὶ ἀληθῶς ταυτότητα τῆς φύσεως τῷ Πατρὶ ἔχει· ἡμῖν δὲ ἄρα τὸ μιμεῖσθαι πρόσεστιν, ὥσπερ εἴρηται· καὶ γὰρ εὐθὺς ἐπήγαγε, λέγων, ‘ἐγὼ ἐν αὐτοῖς, καὶ σὺ ἐν ἐμοὶ, ἵνα ὦσι τετελειωμένοι εἰς ἕν.’ Ἐνταῦθα λοιπὸν μεῖζόν τι καὶ τελειότερον περὶ ἡμῶν ὁ Κύριος αἰτεῖ· δῆλον γὰρ ὡς ἐν ἡμῖν γέγονεν ὁ Λόγος· τὸ γὰρ ἡμέτερον ἐνεδύσατο σῶμα. ‘Καὶ σὺ δὲ ἐν ἐμοὶ, Πάτερ· σοῦ γάρ εἰμι Λόγος, καὶ ἐπειδὴ σὺ μὲν ἐν ἐμοὶ, ὅτι σοῦ Λόγος εἰμὶ, ἐγὼ δὲ ἐν αὐτοῖς διὰ τὸ σῶμα, καὶ διὰ σὲ τετελείωται ἐν ἐμοὶ τῶν ἀνθρώπων ἡ σωτηρία, ἐρωτῶ ἵνα καὶ αὐτοὶ γένωνται ἓν, κατὰ τὸ ἐν ἐμοὶ σῶμα, καὶ κατὰ τὴν αὐτοῦ τελείωσιν· ἵνα καὶ αὐτοὶ γένωνται τέλειοι, ἕχοντες πρὸς τοῦτο τὴν ἑνότητα, καὶ εἰς αὐτὸ ἓν γενόμενοι· ἵνα, ὡς ἂν πάντες φορεσθέντες παῤ ἐμοῦ, πάντες ὦσιν “ἓν σῶμα καὶ ἓν πνεῦμα,” καὶ “εἰς ἄνδρα τέλειον καταντήσωσιν.”’ Οἱ γὰρ πάντες, ἐκ τοῦ αὐτοῦ μεταλαμβάνοντες, ‘ἓν’ γινόμεθα ‘σῶμα,’ τὸν ἕνα Κύριον ἔχοντες ἐν ἑαυτοῖς. Ταύτην ἔχοντος τοῦ ῥητοῦ τὴν διάνοιαν, μᾶλλον ἐλέγχεται ἡ ἀλλοδοξία τῶν Χριστομάχων· πάλιν γὰρ ἐπαναλαμβάνων φημί. Εἰ μὲν ἁπλῶς καὶ ἀπολελυμένως εἴρηκεν, ‘ἵνα ὦσιν ἐν σοὶ ἓν,’ ἢ, ‘ἵνα αὐτοὶ κἀγὼ ἐν σοὶ ἓν ὦμεν,’ εἶχον κἂν ἀναίσχυντον πρόφασιν οἱ θεομάχοι· νῦν δὲ οὐχ ἁπλῶς εἶπεν, ἀλλὰ, ‘καθὼς σὺ, Πάτερ, ἐν ἐμοὶ, κἀγὼ ἐν σοὶ, ἵνα πάντες ἓν ὦσι.’ Λέγων δὲ πάλιν ‘καθὼς,’ πόῤῥωθεν δείκνυσι τοὺς γινομένους, ὡς αὐτός ἐστιν ἐν τῷ Πατρὶ, ‘πόῤῥωθεν’ δέ ἐστιν, οὐ τόπῳ, ἀλλὰ τῇ φύσει· οὐδὲν γὰρ τόπῳ μακρὰν τοῦ Θεοῦ, ἀλλὰ μόνῃ τῇ φύσει πάντα μακράν ἐστιν αὐτοῦ· καὶ, καθὰ προεῖπον, οὐ ταυτότητα, οὐδὲ ἰσότητα δείκνυσιν ὁ λέγων τὸ ‘καθὼς’ ἐπίῤῥημα, ἀλλὰ παράδειγμα τοῦ λεγομένου κατά τι θεωρούμενον.