Ancient Greek
Chapter 10
Athanasius Alexandrinus, Oratio quarta contra Arianos [Sp.] 10
Not analysed yet
10. Ἐὰν δὲ, ὅτι δύο ἐστὶν ὁ Πατὴρ καὶ ὁ Υἱὸς, ἀκούων τις διαβάλλοι, ὡς ‘δύο θεῶνʼ καταγγελλομένων (τοιαῦτα γάρ τινες ἑαυτοῖς ἀναπλάττονται, καὶ εὐθέως γελῶσιν, ὅτι ‘δύο θεοὺς λέγετε’)· λεκτέον πρὸς τοὺς τοιούτους· Εἰ ὁ Πατέρα καὶ Υἱὸν γινώσκων δύο θεοὺς λέγει, ὥρα καὶ τὸν λέγοντα ‘ἕνα,’ ἀναιρεῖν τὸν Υἱὸν, καὶ Σαβελλίζειν. Εἰ γὰρ ὁ λέγων ‘δύο’ Ἑλληνίζει, οὐκοῦν ὁ λέγων ‘ἓν’ Σαβελλίζει. Τοῦτο δὲ οὐκ ἔστι· μὴ γένοιτο, ἀλλʼ ὥσπερ ὁ λέγων ‘Πατέρα καὶ Υἱὸν δύοʼ ἕνα Θεὸν λέγει, οὕτως ὁ λέγων ‘ἕνα Θεὸν δύο φρονείτω Πατέρα καὶ Υἱὸν, ἕν ὄντας τῇ θεότητι, καὶ τῷ ἐξ αὐτοῦ ἀμέριστον καὶ ἀδιαίρετον καὶ ἀχώριστον εἶναι τὸν Λόγον ἀπὸ τοῦ Πατρός. ἔστω δὲ παράδειγμα ἀνθρώπινον, τὸ πῦρ καὶ τὸ ἐξ αὐτοῦ ἀπαύγασμα, δύο μὲν τῷ εἶναι καὶ ὁρᾶσθαι, ἓν δὲ τῷ ἐξ αὐτοῦ καὶ ἀδιαίρετον εἶναι τὸ ἀπαύγασμα αὐτοῦ.