Ancient Greek
Chapter 11
Athanasius Alexandrinus, Oratio quarta contra Arianos [Sp.] 11
Not analysed yet
11. Εἰς τὴν αὐτὴν μὲν ἄνοιαν τοῖς Ἀρειανοῖς πίπτουσι· κἀκεῖνοι γάρ φασι διʼ ἡμᾶς αὐτὸν ἐκτίσθαι, ἵνα ἡμᾶς κτίσῃ, ὥσπερ τοῦ Θεοῦ περιμένοντος τὴν ἡμετέραν κτίσιν, ἵνα ἣ ‘προβάληται’ κατʼ ἐκείνους, ἢ ‘κτίσῃ’ κατὰ τούτους. Ἀρειανοὶ μὲν οὖν πλέον ἡμῖν ἢ τῷ Υἱῷ χαρίζοντι· οὐ γὰρ ἡμεῖς δι᾿ ἐκεῖνον, φασὶν, ἀλλʼ ἐκεῖνος διʼ ἡμᾶς γέγονεν· εἴγε διὰ τοῦτο ἐκτίσθη καὶ ὑπέστη, ἵνα ἡμᾶς δι᾿ αὐτοῦ κτίσῃ ὁ Θεός. Οὕτοι δὲ, ἐξ ἴσου ἢ καὶ μειζόνως ἀσεβοῦντες, ἔλαττον τῷ Θεῷ ἢ ἡμῖν διδόασιν. Ἡμεῖς γὰρ πολλάκις καὶ σιωπῶντες μὲν, ἐνθυμούμενοι δὲ, ἐνεργοῦμεν, ὥστε τὰ ἐκ τῆς ἐνθυμήσεως καὶ εἰδωλοποιεῖσθαι· τὸν δὲ Θεὸν σιωπῶντα μὲν ἀνενέργητον, λαλοῦντα δὲ ἰσχύειν αὐτὸν βούλονται· εἴγε σιωπῶν μὲν οὐκ ἠδύνατο ποιεῖν, λαλῶν δὲ κτίζειν ἤρξατο. Ἐρέσθαι γὰρ αὐτοὺς δίκαιον, εἰ ὁ Λόγος, ἐν τῷ Θεῷ ὢν, τέλειος ἦν, ὥστε καὶ ποιεῖν δύνασθαι. Εἰ μὲν οὖν ἀτελὴς ἦν, ἐν Θεῷ ὢν, γεννηθεὶς δὲ τέλειος γέγονεν, ἡμεῖς αἴτιοι τῆς τελειότητος αὐτοῦ, εἴγε διʼ ἡμᾶς γεγέννηται· δι᾿ ἡμᾶς γὰρ καὶ τὸ δύνασθαι ποιεῖν προσείληφεν. Εἰ δὲ τέλειος ἦν ἐν Θεῷ, ὥστε καὶ ποιεῖν δύνασθαι, περιττὴ ἡ γέννησις αὐτοῦ· ἐδύνατο γὰρ, καὶ ἐν Πατρὶ ὢν, δημιουργεῖν· ὥστε ἢ οὐ γεγέννηται, ἢ γεγέννηται οὐ διʼ ἡμᾶς, ἀλλʼ ὅτι ἀεὶ ἐκ τοῦ Πατρός ἐστιν. Ἡ γὰρ γέννησις αὐτοῦ οὐ τὴν ἡμῶν κτίσιν δείκνυσιν, ἀλλὰ τὸ ‘ἐκ ΘΕοῦ’ εἶναι· ἦν γὰρ καὶ πρὸ τῆς κτίσεως ἡμῶν.