Ancient Greek · ~5 min
Chapter 9
Athanasius Alexandrinus, Oratio quarta contra Arianos [Sp.] 9
Not analysed yet
9. ‘Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν Τὰ δύο ἓν εἶναί φατε, ἢ τὸ ἓν διώνυμον, ἢ πάλιν τὸ ἓν εἰς δύο διῃρῆσθαι. Εἰ μὲν οὖν τὸ ἓν εἰς δύο διῄρηται, ἀνάγκη σῶμα εἶναι τὸ διαιρεθὲν, καὶ μηδέτερον τέλειον, μέρος γὰρ ἑκάτερον καὶ οὐχ ὅλον· εἰ δὲ τὸ ἓν διώνυμον, Σαβελλίου τὸ ἐπιτήδευμα, τὸν αὐτὸν Υἱὸν καὶ Πατέρα λέγοντος, καὶ ἑκάτερον ἀναιροῦντος, ὅτε μὲν ‘Υἱὸς,’ τὸν Πατέρα, ὅτε δὲ ‘Πατὴρ,’ τὸν Υἱόν. Εἰ δὲ τὰ δύο ἓν, ἀνάγκη δύο μὲν εἶναι, ἓν δὲ κατὰ τὴν θεότητα, καὶ κατὰ τὸ ὁμοούσιον εἶναι τὸν Υἱὸν τῷ Πατρὶ, καὶ ἐξ αὐτοῦ τοῦ Πατρὸς εἶναι τὸν Λόγον· ὥστε δύο μὲν εἶναι, ὅτι Πατήρ ἐστι καὶ Υἱὸς, ὅ ἐστι Λόγος, ἓν δὲ, ὅτι εἴς Θεός. Εἰ γὰρ μὴ οὕτως ἐστὶν, ἔδει εἰπεῖν, ἐγώ εἰμι ὁ Πατὴρ,ʼ ἣ. ‘ἐγὼ καὶ ὁ Πατήρ εἰμι. ᾿Νῦν δὲ ἐν τῷ ‘ἐγὼ,᾿ τὸν Υἱὸν σημαίνει· ἐν δὲ τῷ καὶ ὁ Πατὴρ,᾿ τὸν γεννήσαντα· ἐν δὲ τῷ ‘ἓν,’ τὴν μίαν θεότητα καὶ τὸ ὁμοούσιον αὐτοῦ. Οὐ γὰρ καθʼ Ἕλληνας ὁ αὐτὸς σοφὸς καὶ σοφία ἐστὶν, ἢ ὁ αὐτὸς Πατὴρ καὶ Λόγος ἐστίν· ἀπρεπὲς γὰρ αὐτὸν ἑαυτοῦ πατέρα εἶναι· ἡ δὲ θεία διδασκαλία οἶδε Πατέρα καὶ Υἱὸν, καὶ σοφὸν καὶ σοφίαν, καὶ Θεὸν καὶ Λόγον· καθόλου μέντοι φυλάττει ἀδιαίρετον, καὶ ἀδιάσπαστον, καὶ ἀμέριστον κατὰ πάντα.