Ancient Greek · ~8 min
Chapter 3
Athanasius Alexandrinus, Oratio quarta contra Arianos [Sp.] 3
Not analysed yet
3. Καὶ πάλιν ὁ Χριστὸς Λόγος τοῦ Θεοῦ ἐστι. Πότερον οὖν ἀφʼ ἑαυτοῦ ὑπέστη, καὶ ὑποστὰς προσκεκόλληται τῷ Πατρί ; ἢ ὁ Θεὸς αὐτὸν πεποίηκε καὶ ὠνόμασεν ἑαυτοῦ ‘Λόγον’; Εἰ μὲν οὖν τὸ πρῶτον, λέγω δὴ τὸ ‘ἑαυτῷ ὑπέστη καὶ Θεός ἐστι,᾿ δύο ἂν εἶεν ἀρχαὶ, οὐκ ἔσται δὲ εἰκότως οὐδὲ τοῦ Πατρὸς ἴδιος, διὰ τὸ μὴ αὐτοῦ τοῦ Πατρὸς, ἀλλʼ ἑαυτοῦ εἶναι· εἰ δὲ ἔξωθεν πεποίηται, εἴη ἂν κτίσμα. Λείπεται δὴ ἐξ αὐτοῦ τοῦ Θεοῦ λέγειν αὐτόν· εἰ δὲ τοῦτο, ἄλλο ἂν εἴη τὸ ἔκ τινος, καὶ ἄλλο τὸ ἐξ οὗ ἐστι· κατὰ τοῦτο ἄρα δύο. Εἰ δὲ μὴ δύο εἴη, ἀλλʼ ἐπὶ τοῦ αὐτοῦ λέγοιτο, ἔσται τὸ αὐτὸ αἴτιον καὶ αἰτιατὸν, καὶ γεννώμενον καὶ γεννῶν, ὅπερ ἄτοπον ἐπὶ Σαβελλίου δέδεικται. Εἰ δὲ ἐξ αὐτοῦ μὲν ἔστιν, οὐκ ἄλλο δὲ, ἔσται καὶ γεννῶν, καὶ μὴ γεννῶν· γεννῶν μὲν, ὅτι ἐξ αὐτοῦ προφέρει, μὴ γεννῶν δὲ, ὅτι μὴ ἄλλο αὐτοῦ ἐστιν. Εἰ δὲ τοῦτο, εἴη ἂν κατʼ ἐπίνοιαν λεγόμενος ὁ αὐτὸς ‘Πατὴρ’ καὶ ‘Υἱός.’ Εἰ δὲ ἀπρεπὲς οὕτως, εἴη ἂν δύο, Πατὴρ καὶ Υἱός· ἓν δὲ, ὅτι ὁ Υἱὸς οὐκ ἔξωθεν, ἀλλʼ ἐκ τοῦ Θεοῦ γεγέννηται. Εἰ δὲ φεύγει τις τὸ λέγειν ‘γέννημα,ʼ μόνον δὲ λέγει ὑπάρχειν τὸν Λόγον σὺν τῷ Θεῷ, φοβηθήτω ὁ τοιοῦτος μὴ. φεύγων τὸ ὑπὸ τῆς γραφῆς λεγόμενον, ἐμπέσῃ εἰς ἀτοπίαν, διφυῆ τινα εἰσάγων τὸν Θεόν· μὴ διδοὺς γὰρ ἐκ τῆς μονάδος εἶναι τὸν Λόγον, ἀλλʼ ἁπλῶς κεκολλῆσθαι τῷ Πατρὶ Λόγον, δυάδα οὐσίας εἰσάγει, μηδετέραν τῆς ἑτέρας Πατέρα τυγχάνουσαν. Τὸ αὐτὸ δὲ καὶ περὶ δυνάμεως. Φανερώτερον δʼ ἄν τις ἴδοι τοῦτο, εἰ ἐπὶ Πατρὸς λάβοι· εἰς γὰρ Πατὴρ, καὶ οὐ δύο, ἀλλʼ ἐκ τοῦ ἑνὸς ὁ Υἱός. Ὥσπερ οὖν οὐ δύο Πατέρες. ἀλλʼ εἶς, οὕτως οὐ δύο ἀρχαὶ, ἀλλὰ μία, καὶ ἐκ τῆς μιᾶς οὐσιδης ὁ Υἱός. Πρὸς Ἀρειανοὺς δὲ ἀνάπαλιν ἐρωτητέον· τοὺς μὲν γὰρ Σαβελλίζοντας ἀπὸ τῆς περὶ υἱοῦ ἐννοίας ἐλεγκτέον, τοὺς δὲ Ἀρειανοὺς ἀπὸ τῆς περὶ πατρός.