Ancient Greek
Ἐντυχία γενομένη ἐν Ἀντιοχείᾳ Ἰωβιανῷ βασιλεῖ, παρὰ Λουκίου καὶ Βερνικιανοῦ καὶ ἑτέρων τινῶν Ἀρειανῶν κατὰ Ἀθανασίου ἐπισκόπου Ἀλεξανδρείας, Τρίτη ἐντυχία τῶν Ἀρειανῶν
Athanasius Alexandrinus, Petitiones Arianorum 2-2
Not analysed yet
οἱ Ἀρειανοὶ εἶπον· κέλευσον ἡμᾶς συνάγεσθαι. ὁ βασιλεὺς εἶπε· τίς γὰρ κωλύει ὑμᾶς; οἱ Ἀρειανοὶ εἶπον· δεόμεθά σου, αἱρεσιώτας καὶ δογματιστὰς ἡμᾶς ἀπαγγέλλει. ὁ βασιλεὺς εἶπεν· ἔργον αὐτοῦ ἐστι καὶ τῶν καλῶς διδασκόντων. οἱ Ἀρειανοὶ εἶπον· δεόμεθά σου τοῦ κράτους· τοῦτον βαστάσαι οὐ δυνάμεθα, καὶ τὰ τεμένη τῶν ἐκκλησιῶν περιῄρει. ὁ βασιλεὺς εἶπεν· οὐκοῦν ἕνεκεν χρημάτων ἤλθετε ὧδε καὶ οὐχ ἕνεκεν πίστεως; καὶ πάλιν εἶπεν· ἀπέλθετε καὶ εἰρηνεύετε. ἔτι προσθεὶς εἶπε πρὸς τοὺς Ἀρειανούς· ἀπέλθετε εἰς τὴν ἐκκλησίαν, αὔριον σύναξις ὑμῖν ἐστι. καὶ μετὰ τὴν ἀπόλυσιν εἰσὶν ὧδε ἐπίσκοποι καὶ Νεμεσῖνος ὧδέ ἐστιν. ἕκαστος ὑμῶν, καθὼς πιστεύει, ὑπογράψει. καὶ Ἀθανάσιος ὧδέ ἐστιν· ὁ μὴ εἰδὼς τὸν τῆς πίστεως λόγον μάθῃ παρὰ Ἀθανασίου. ἔχετε τὴν αὔριον καὶ τὴν μεθαύριον. ἐκβαίνω γὰρ ἐγὼ εἰς κάμπον.