Ancient Greek · ~2 min
3 to 4
Athanasius Alexandrinus, Petitiones Arianorum 3-4
Not analysed yet
καί τις σχολαστικὸς τῶν κυνικῶν ἐνέτυχε τῷ βασιλεῖ· δέομαι τοῦ βασιλείου σου προφάσει Ἀθανασίου τοῦ ἐπισκόπου ὁ καθολικὸς τὰς οἰκίας μου ἦρεν. ὁ βασιλεὺς εἶπεν· εἰ ὁ καθολικὸς τὰς οἰκίας σου ἦρε, τί κοινὸν Ἀθανασίῳ; ἕτερός τις σχολαστικὸς Παταλᾶς εἶπε· κατηγορίαν ἔχω κατὰ Ἀθανασίου. ὁ βασιλεὺς εἶπε· καὶ σύ, τί κοινὸν ἔχεις πρὸς Χριστιανοὺς Ἕλλην ὤν; τινὲς δὲ τοῦ πλήθους τῶν Ἀντιοχέων κατέσχον Λούκιον καὶ προσήνεγκαν τῷ βασιλεῖ λέγοντες· δεόμεθα τοῦ κράτους σου καὶ τοῦ βασιλείου σου, ἴδε τίνα ἠθέλησαν ποιῆσαι ἐπίσκοπον.