Ancient Greek
158.4 to 159.6
Athanasius Alexandrinus, Synopsis Scripturae Sacrae [Sp.] 158.4-159.6
Unproofread scanNot analysed yet
(80) Τῶν Ῥουβὶν Ἐλισούρ, υἱὸς Σεδιούρ· καὶ ἦν ὁ ἀριθμὸς αὐτῶν χιλιάδες μʹ καὶ πεντακόσιοι. Τῶν Συμεὼν Σαλαμιήλ, υἱὸς Σουρισαδαί· καὶ ἦν ὁ ἀριθμὸς αὐτῶν χιλιάδες σδʹ καὶ ἐξήκοντοι (81). Τῶν Ἰσάχαρ Ναθαναήλ, υἱὸς Σωγάρ· καὶ ἦν ὁ ἀριθμὸς αὐτῶν χιλιάδες νδʹ καὶ τετρακόσιοι. Τῶν Ζαβουλὼν Ἐλιὰδ, υἱὸς Χελών· καὶ ἦν ὁ ἀριθμὸς αὐτῶν χιλιάδες νʹ τετρακόσιοι. Τῶν υἱῶν Ἰωσήφ, τῶν Ἐφραὶμ, Ἐλισαμὰ υἱὸς Ἐμιούδ· καὶ ἦν ὁ ἀριθμὸς αὐτῶν χιλιάδες μβʹ καὶ πεντακόσιοι (82). Τῶν Μανασσὴ Γαμαλιήλ, υἱὸς Φαδασσούρ· καὶ ἦν ὁ ἀριθμὸς αὐτῶν χιλιάδες λθʹ καὶ τριακόσιοι (83). Τῶν Βενιαμὶν Ἄβιδά, υἱὸς Γεδεών (84)· καὶ ἦν ὁ ἀριθμὸς αὐτῶν χιλιάδες λʹ καὶ τετρακόσιοι. Τῶν Δὰν Ἀχιέζερ, υἱὸς Ἀμισαδαὶ καὶ ἦν ὁ ἀριθμὸς αὐτῶν χιλιάδες ἑξ καὶ ἑπτακόσιοι. Τῶν Ἀσὴρ Φαγεὲλ, υἱὸς Ἐχράν· καὶ ἦν ὁ ἀριθμὸς αὐτῶν χιλιάδες μα καὶ πεντακόσιοι. Τῶν Γὰδ Ἐλισάφ, υἱὸς Ῥαγουήλ· καὶ ἦν ὁ ἀριθμὸς αὐτῶν χιλιάδες μα καὶ ἑξακόσιοι πεντήκοντα. Τῶν Νεφθαλὲμ Ἀχειρέ, υἱὸς Αἰνάν· καὶ ἦν ὁ ἀριθμὸς αὐτῶν χιλιάδες νγ καὶ τετρακόσιοι. Οὗτος ὁ ἀριθμὸς τοῦ πολεμιστοῦ λαοῦ, χιλιάδες ἑξακόσιοι καὶ τρισχλίοι πεντακόσιοι πεντήκοντα. Τὴν δὲ φυλὴν Λευὶ καθ’ ἑαυτοὺς ἠρίθμησαν διὰ φωνῆς Κυρίου μόνοι Μωϋσῆς καὶ Ἀαρὼν ἀπὸ μηνίου καὶ ἐπάνω· καὶ ἦν ὁ ἀριθμὸς αὐτῶν χιλιάδες εἴκοσι καὶ δύο.