Ancient Greek
Ι. ΕΠΗ ΚΑΙ ΕΛΕΓΕΙΑ, II. ΙΑΜΒΟΙ
Babrius, Fabulae Aesopeae 13-2
Not analysed yet
Ἔθος ἐστὶ τοῖς πλέουσιν ἐπάγεσθαι κύνας Μελιταίους καὶ πιθήκους πρὸς παραμυθίαν τοῦ πλοῦ. καὶ δή τις πλεῖν μέλλων πίθηκον συνανήνεγκε. γενομένων δʼ αὐτῶν κατὰ τὸ Σούνιον (e) —ἐστὶ δὲ τοῦτο Ἀθηναίων ἀκρωτήριον —συνέβη χειμῶνα σφοδρὸν γενέσθαι. περιτραπείσης τῆς νεὼς καὶ πάντων διακολυμβώντων καὶ ὁ πίθηκος ἐνήχετο. δελφὶς δὲ θεασάμενος αὐτὸν καὶ οἰόμενος ἄνθρωπον εἶναι (i) ὑπερεξελθὼν διεκόμιζεν. ὡς δὲ ἐγένετο κατὰ τὸν Πειραιᾶ τὸν λιμένα τῶν Ἀθηναίων, ἐπυνθάνετο τοῦ πιθήκου, εἰ τὸ γένος Ἀθηναῖός ἐστι. τοῦ δὲ εἰπόντος καὶ λαμπρῶν ἐνταῦθα τετυχηκέναι γονέων, ἐκ δευτέρου ἤρετο αὐτόν, εἰ ἐπίσταται τὸν Πειραιᾶ. καὶ ὃς ὑπολαβὼν αὐτὸν ἄνθρωπον λέγειν, ἔφασκε καὶ φίλον αὑτῷ καὶ συνήθη τοῦτον. καὶ ὁ δελφὶς ἀγανακτήσας κατὰ τῆς αὐτοῦ ψευδολογίας βαπτίζων αὐτὸν ἀπέκτεινε.