Ancient Greek · ~1 min
Ι. ΕΠΗ ΚΑΙ ΕΛΕΓΕΙΑ, II. ΙΑΜΒΟΙ
Babrius, Fabulae Aesopeae 14
Not analysed yet
Ὁδοιπόροι κατά αἰγιαλὸν ὁδεύοντες ἦλθον ἐπί τινα σκοπιάν, κἀκεῖθεν θεασάμενοι φρύγανα (e) πόρρωθεν ἐπιπλέοντα ναῦν εἶναι ᾠήθησαν. διὸ δὴ προσέμενον ὡς †μελλούσης προσορμίζεσθαι. ἐπεὶ δʼ ὑπʼ ἀνέμου φερόμενα τὰ φρύγανα ἐγγυτέρω ἐγένετο, οὐκέτι ναῦν, ἀλλὰ πλοῖον ἐδόκουν βλέπειν. ἐξενεχθέντα δʼ αὐτὰ φρύγανα (e) ὄντα ἰδόντες, πρὸς ἀλλήλους ἔφασαν „ὡς ἄρα μάτην τὸ μηδὲν ὂν προσδεχόμεθα.