Ancient Greek · ~2 min
Ι. ΕΠΗ ΚΑΙ ΕΛΕΓΕΙΑ, II. ΙΑΜΒΟΙ
Babrius, Fabulae Aesopeae 15
Not analysed yet
Ἀνὴρ πένης νοσῶν κακῶς διακείμενος ηὔξατο τοῖς θεοῖς ἑκατόμβην τελέσαι, εἰ περισώσειαν αὐτόν. οἳ δὲ ἀπόπειραν αὐτοῦ ποιήσασθαι βουλόμενοι ῥαΐσαι τάχιστα αὐτὸν παρεσκεύασαν. κἀκεῖνος ἐξαναστάς, ἐπειδὴ ἀληθινῶν βοῶν ἠπόρει, στεατίνους ἑκατὸν πλάσας (e) ἐπί τινος βωμοῦ ἀπέκαυσεν εἰπών ἀπέχετε εὐχήν, δαίμονες. οἱ δὲ θεοὶ βουλόμενοι αὐτὸν ἐν μέρει ἀντιβουκολῆσαι, ὄναρ αὐτῷ ἔπεμψαν παραινοῦντες ἐλθεῖν εἰς τὸν αἰγιαλόν· „ἐκεῖ γὰρ Ἀττικὰς 〈σὺ δραχμὰς〉 χιλίας εὑρήσεις. “καὶ ὃς περιχαρὴς γενόμενος δρομαῖος ἐπὶ τὴν ἠόνʼ ἧκεν, ἔνθα δὴ λῃσταῖς περιτυχὼν (i) ἀπήχθη καὶ ὑπʼ αὐτῶν πωλούμενος εὗρε δραχμὰς χιλίας.