Ancient Greek · ~2 min
Ι. ΕΠΗ ΚΑΙ ΕΛΕΓΕΙΑ, ΑΜΦΙΣΒΗΤΗΣΙΜΑ
Babrius, Fabulae Aesopeae 16
Not analysed yet
Ἔν τινι οἰκίᾳ πολλοὶ μύες ἦσαν. αἴλουρος δὲ τοῦτο γνοὺς ἧκεν ἐνταῦθα, καὶ συλλέγων οὖν ἕνα καθʼ ἕνα κατήσθιεν. οἱ δὲ μύες συνεχῶς ἀναλισκόμενοι εἶπον πρὸς αὑτούς· „συγκατέλθωμεν κάτω κἀς τὰς ὀπὰς δύνωμεν, ἵνα μὴ παντελῶς ἀπολεσθῶμεν· τοῦ γὰρ αἰλούρου μηκέτι δυναμένου ἐφικνεῖσθαι ἐκεῖσε ἡμεῖς διασωθησόμεθα· †ὃ δὲ μὴ δυνάμενος αὐτῶν ἐφικέσθαι, δεῖν ὠήθη καὶ ἔγνω διʼ ἐπινοίας καὶ μηχανῆς αὐτοὺς ἐκκαλεῖσθαι. ἀναβὰς γὰρ ἐπί τινα πάσσαλον καὶ ἑαυτὸν ἔνθεν ἀποκρημνίσας τε καὶ κρεμάσας, προσεποιεῖτο αὐτὸν νεκρὸν εἶναι. τῶν δὲ μυῶν τις παρακύψας ὡς ἐθεάσατο αὐτὸν ἔφη „ὦ οὗτος, κἂν θύλαξ γένῃ σύ, οὐ προσελευσόμεθά σοι. “