Ancient Greek · ~2 min
Ι. ΕΠΗ ΚΑΙ ΕΛΕΓΕΙΑ, ΑΜΦΙΣΒΗΤΗΣΙΜΑ
Babrius, Fabulae Aesopeae 17
Not analysed yet
Θέρους ἐν ὥρᾳ _U+02D8 μύρμηξ περιπατῶν κατὰ τὴν ἄρουραν †πυροὺς καὶ κριθὰς συνέλεγεν ἀποθησαυριζόμενος ἑαυτῷ τροφὴν εἰς τὸν χειμῶνα. κάνθαρος δὲ τοῦτον θεασάμενος ἐθαύμασεν ὡς ἐπιπονώτατον, εἴγε παῤ αὐτὸν τὸν καιρὸν μοχθεῖ, παῤ ὃν τὰ ἄλλα ζῶα πόνων ἀφειμένα ῥᾳστώνην ἄγει (e?)· δὲ τότε μὲν ἡσύχαζεν, ὕστερον δʼ ὅτε χειμὼν ἐνέστη, τῆς κόπρου ὑπὸ τοῦ ὄμβρου κλυσθείσης ὁ κάνθαρος ἧκε πρὸς αὐτὸν λιμώττων καὶ τρόφων μεταλαβεῖν δεόμενος· ὃ δὲ γʼ ἔφη πρὸς αὐτὸν „κάνθαρε ἀλλʼ εἰ τότʼ ἐπόνεις, ὅτε με μοχθοῦντα ὠνείδιζες, οὐκ ἂν νῦν τροφῆς ἐπεδέου (e?). “