Ancient Greek · ~2 min
Ι. ΕΠΗ ΚΑΙ ΕΛΕΓΕΙΑ, ΑΜΦΙΣΒΗΤΗΣΙΜΑ
Babrius, Fabulae Aesopeae 18
Not analysed yet
Λέων εἰς ἔπαυλιν γεωργοῦ εἰσῆλθεν· ὃ δὲ συλλαβεῖν βουλόμενος αὐλείαν θύραν ἔκλεισε. καὶ ὃς ἐξελθεῖν μὴ δυνάμενος πρῶτον μὲν τὰ ποίμνια (e) διέφθειρεν, ἔπειτα δʼ αὖθις κἀπὶ τοὺς βοῦς ἐτράπη. καὶ ὁ γεωργὸς φοβηθεὶς περὶ αὑτοῦ τὴν θύραν ἤνοιξεν, ἀπαλλαγέντος δὲ τοῦ λέοντος ἡ γυνὴ θεασαμένη αὐτὸν στένοντα (i) εἶπεν· ἀλλά γε σὺ δίκαια πέπονθας· τί γὰρ τοῦτον συνέκλεισας, ὃν καὶ μακρόθεν σ᾿ ἔδει τρέμειν. “