Ancient Greek
Ι. ΕΠΗ ΚΑΙ ΕΛΕΓΕΙΑ, ΑΜΦΙΣΒΗΤΗΣΙΜΑ
Babrius, Fabulae Aesopeae 19-2
Not analysed yet
Λέων καὶ ἄρκτος βρῶμά τι εὑρόντες ἐν ἕλει περὶ τούτου ἐμάχοντο. δεινῶς οὖν ὑπʼ ἀλλήλων κατακοπέντες ἐσκοτίσθησαν ἐκ τῆς πολλῆς μάχης καὶ ἔκειντο ἡμιθανεῖς. ἀλώπηξ δὲ περιιοῦσα καὶ θεασαμένη πεπτωκότας, ἰδοῦσα καὶ τὸ βρῶμα κείμενον ἐν μέσῳ ἄρασα τοῦτο †δρομαῖος ᾤχετο. οἳ δέ, ἰδόντες αὐτὴν καὶ μὴ δυνάμενοι ἀναστῆναι εἶπον· „ἄθλιοι ὄντως ἡμεῖς, ὅτι διʼ ἀλώπεκα ἐμαχόμεθα. “