Ancient Greek · ~2 min
Ι. ΕΠΗ ΚΑΙ ΕΛΕΓΕΙΑ, ΑΜΦΙΣΒΗΤΗΣΙΜΑ
Babrius, Fabulae Aesopeae 27
Not analysed yet
Ἐν συνόδῳ τῶν ζῴων ὠρχήσατο πίθηξ καὶ εὐδοκιμήσας βασιλεὺς ὑπʼ αὐτῶν ἐχειροτονήθη (e). ἀλώπηξ δʼ αὐτῷ φθονήσασα, ἐθεάσατο ἔν τινι πάγῃ κρέας κείμενον. ἀγαγοῦσα οὖν αὐτὸν ἐνταῦθα ἔλεγεν, ὡς εὑροῦσα θησαυρὸν αὐτὴ μὲν κατὰ †τὸν νόμον οὐκ ἐχρήσατο τούτῳ, γέρας δὲ αὐτῷ τῆς βασιλείας τετήρηκε· καὶ παρῄνει αὐτῷ, ὡς ἂν τοῦτο αὐτὸς λάβῃ. τοῦ δὲ ἀμελετήτως ἐλθόντος καὶ ὑπὸ τῆς πάγης συλληφθέν τος ᾐτιᾶτο παῤ αὐτοῦ ἡ ἀλώπηξ, ὡς δελεάσασα καὶ ἐνεδρεύσασα αὐτῷ. ἐκείνη δὲ πρὸς αὐτὸν ἔφη „ὦ πίθηκε, σὺ δὲ τοιαύτην μοίραν† τύχην ἔχων τῶν ἀλόγων ζῴων βασιλεύσεις (e); “