Ancient Greek · ~4 min
28 to 30
Babrius, Fabulae Aesopeae 28-30
Not analysed yet
Ζεὺς γαμῶν τὰ ζῷα πάντα εἱστία. μόνης δὲ χελώνης ὑστερισάσης διαπορῶν τὴν αἰτίαν τῇ ὑστεραίᾳ ἐπυνθάνετο αὐτῆς (e), τίνος χάριν μόνη ἐπὶ τὸ δεῖπνον οὐκ ἦλθε. τῆς δʼ ἀντειπούσης „οἶκος φίλος, οἶκος ἄριστος“ ἀγανακτήσας κατʼ αὐτῆς παρεσκεύασεν αὐτὴν αὐτὸν τὸν οἶκον βαστάζουσαν ἐπιφέρειν. Θύννος διωκόμενος ὑπὸ δελφῖνος καὶ πολλῷ τῷ ῥοίζῳ φερόμενος ἐπειδὴ καταλαμβάνεσθαι ἔμελλεν, ἔλαθεν ὑπὸ σφοδρᾶς ῥύμης ἐκπεσὼν εἴς τινα νῆσον (e)· ὑπὸ δὲ τῆς ὁμοίας ῥύμης καὶ ὁ δελφὶν αὐτῷ συνεξώκειλεν. ὁ δὲ θύννος ἐπιστραφεὶς καὶ λειποψυχοῦντα τὸν δελφῖνα ἑωρακὼς εἶπεν οὐκ ἔτι μοι θάνατος λυπηρὸς τοῦτον ὁρῶντι τὸν αἴτιον γεγονότα μοι τούτου σὺν ἐμοὶ συναποθνήσκοντα (e). Κάμηλος θεασαμένη ταῦρον ἐπὶ κέρασιν ἀγαλλόμενον φθονήσασα αὐτῷ ἐβουλήθη καὶ αὐτὴ τῶν ἴσων ἐφικέσθαι. διόπερ παραγενομένη πρὸς τὸν Δία τούτου ἐδεήθη ὅπως αὐτῇ κέρατα προσνείμῃ χὠ Ζεὺς ἀγανακτήσας †κατʼ αὐτῆς εἴγε μὴ ἀρκεῖται μεγέθει τοῦ σώματος καὶ τῇ ἰσχύι, ἀλλὰ περισσοτέρων ἐπιθυμεῖ, †οὐ μόνον αὐτῇ κέρατα οὐ προσέθηκεν, ἀλλὰ καὶ μέρος τι τῶν ὤτων ἀφείλετο.