Ancient Greek · ~3 min
Ι. ΕΠΗ ΚΑΙ ΕΛΕΓΕΙΑ, ΑΜΦΙΣΒΗΤΗΣΙΜΑ
Babrius, Fabulae Aesopeae 31
Not analysed yet
Ἔν τινι νησιδίῳ ταῦρος ἐνέμετο. τῇ δὲ τούτου κόπρῳ κάνθαροι ἐτρέφοντο δύο. καὶ δὴ τοῦ χειμῶνος ἐφισταμένου ὁ ἕτερος ἔλεγε πρὸς τὸν ἕτερον ὡς ἄρα βούλοιτʼ εἰς τὴν ἤπειρον διαπτᾶσθαι, ἵνα ἐκείνῳ μόνῳ ὄντι ἡ τροφὴ ἱκανὴ ὑπάρχῃ καὶ αὐτὸς ἐκεῖσʼ ἐλθὼν τὸν χειμῶνα †διαγένηται. ἔλεγε δέ, ὅτι, ἐὰν πολλὰς εὕρῃ τὰς νομάς, καὶ αὐτῷ οἴσει. παραγενόμενος δὲ εἰς τὴν χέρσον καὶ καταλαβὼν πολλὴν μὲν κόπρον, ὑγρὰν δέ μένων ἐτρέφετο ἐνταῦθα. τοῦ δὲ χειμῶνος διελθόντος πάλιν εἰς τὴν νῆσον ἀπέπτη. ὁ δὲ ἕτερος θεασάμενος αὐτὸν λιπαρόν τε καὶ εὐεκτοῦντα ᾔτει αὐτὸν μήτι φέρειν, διότι προὑποσχόμενος οὐδὲν ἐκό- μισεν. ὃ δὲ εἶπε „μὴ ἐμὲ μέμφου, τὴν δὲ φύσιν τοῦ τόπου· ἐκεῖθεν γὰρ τρέφεσθαι μὲν οἷόν τε, φέρεσθαι δὲ οὐδέν.