Ancient Greek · ~2 min
32 to 33
Babrius, Fabulae Aesopeae 32-33
Not analysed yet
Ἐν κοίλῃ δρυῒ †μέλι κατειργάζοντο μέλισσαι. ποιμήν τις δʼ αὐταῖς ἐργαζομέναις περιτυχὼν ἀφελέσθαι προῃρεῖτο τοῦ μέλιτος, αἳ δ᾿ ἄλλοθεν ἄλλη περιϊπτάμεναι αὐτὸν ὥθουν τοῖς κέντροις. καὶ τελευταῖον ὁ ποιμὴν ,,ἄπειμι“ ἔφη „μύ μοι μέλι, μηδὲ μελίσσας. “Βάτραχοι δύο ἐνέμοντο ἐν λίμνῃ. ἐν ἡμέραις δὲ τοῦ θέρους ἐξηράνθη ἡ λίμνη, καὶ καταλείψαντες κείνην ἄλλην ἐπεζήτουν. παραχρῆμα οὖν ἐνέτυχον φρέατι βαθεῖ. εἶπε δὲ ὁ ἕτερος τῷ ἑτέρῳ „συγκατέλθωμεν, ὦ οὗτος, εἰς τόδε τὸ φρέαρ. “ὑπο- λαβὼν δὲ ὁ ἕτερος ἀντεῖπεν „ἐὰν οὖν καὶ τὸ ἐνθάδε ὕδωρ ξηρανθῇ, πῶς ἀναβησόμεθα; “