Ancient Greek
679.2
Basilius Theol., Constitutiones Asceticae [Sp.] 679.2
Unproofread scanNot analysed yet
3. Ὅταν δὲ δοξολογήσης ἀπὸ τῶν Γραφῶν, ὡς δύνασαι, καὶ ἀναπέμψης αὐτὸν πρὸς τὸν Θεόν, τότε ἄρχου (74) μετὰ ταπεινοφροσύνης, καὶ λέγε · Ἐγὼ μέν, Κύριε, οὐκ εἰμὶ ἄξιος ἐπὶ σοῦ φθέγξασθαι, διότι σφόδρα ἁμαρτωλὸς τυγχάνω. Κἂν μὴ συννοῖδᾳ τὶ σαυτῷ φαιλον, οὐτω χρή σε λέγειν. Οὐδεὶς γὰρ ἀναμάρτητος εἰ μὴ μόνος ὁ Θεός. Πολλὰ γὰρ ἁμαρτάνοντες, τὰ πλεῖστα οὔτε συνιένεν. Διὰ τοῦτο φησὶν ὁ Ἀπόστολος · Οὐδὲν ἐμαυτῷ συννοῖδα, ἀλλ’ οὐκ ἐν τούτῳ δεδικαιούμαι · τοῦτέστι, πολλὰ ἁμαρτάνω, καὶ οὐ συννῶ. Ὅθεν καὶ ὁ Προφήτης φησὶ · Παραπτώματα τίς συνήσει; Ὅστε οὐν οὐ ψεύδῃ ἁμαρτωλὸν σαυτὸν εἰπών. Εἰ γὰρ συννείς (75), καὶ αὐτῷ τούτῳ ἁμαρτάνεις, τῷ λέγειν, ὅτι Οὐκ εἰμὶ ἁμαρτωλός · ἀλλὰ μᾶλλον λέγε, ὅτι Ὑπὲρ τοὺς ἁμαρτωλοὺς πάντας (76) ἐγὼ εἰμὶ ὁ παραβαίνων τὸ θεῖον πρόσταγμα τὸ κελεύον · Ὅταν πάντα κατορθώσετε, λέγετε, ὅτι Ἀχρεῖοι δοῦλοι ἐσμεν · ἄ γὰρ ὀφείλομεν ποιῆσαι, πεποίηκαμεν. Οὕτω σε δεῖ λογίζεσθαι δι’ ἁπαντὸς, ὅτι Ἀχρεῖός εἰμι · καὶ πάλιν · Τῇ ταπεινοφροσύνῃ ἀλλήλους ἠγούμενοι ὑπερέχοντας ἑαυτῶν. Προσεύχου οὖν τῷ Θεῷ μετὰ φόβου καὶ ταπεινοφροσύνης. Ὅταν οὖν ἀποτείνης λόγον ταπεινοφροσύνης, καὶ εἴπης · Εὐχαριστῶ σοι, Κύριε, ὅτι μου ἐμακρόθυμησας τοῖς παραπτώμασι, καὶ ἕως τοῦ νῦν ἀτιμωρητὸν με εἴασας · ἐγὼ μὲν γὰρ ἄξιος ἤμην πάλαι μυρία δεινὰ παθεῖν, καὶ ἀπορρίφηναι ἀπὸ τοῦ προσώπου σου, ἡ δὲ ἀνεξίκακός σου φιλανθρωπία ἐμακρόθυμησεν ἐπ’ ἐμοί · εὐχαριστῶ σοι, εἰ καὶ μὴ τυγχάνω αὐτάρκης πρὸς εὐχαριστίαν τῆς σῆς ἀνεξικακίας · καὶ ὅταν τὰ δύο μέρη ἀποπληρώσης τῆς δοξολογίας καὶ ταπεινοφροσύνης, τότε λοιπὸν αἴτησον ὃ ὀφελεις αἰτῆσαι · μὴ πλοῦτον, καθὼς προείπον, μὴ δόξαν ἐπίγειον, μὴ ὑγείαν σώματος. Αὐτὸς γὰρ σε ἐπλάσε, καὶ κτθεταί σου τῆς σωτηρίας, καὶ οἶδε πῶς ἑκάτῳ συμφέρει, εἴτε ὑγιαίνειν, εἴτε ἄσθε-