Ancient Greek
382.6
Basilius Theol., Regulae Morales 382.6
Unproofread scanNot analysed yet
ΟΡΟΣ ΚΘ. "Ὅτι δεῖ ἕκαστον διὰ τῶν οἰκείων ἔργων πιστοῦσθαι τὸ ἑαυτοῦ ἐπάγγελμα. Κεφάλ. Α'. ΙΩΑΝΝΗΣ. Αὐτὰ τὰ ἔργα, ἃ ἐγὼ ποιῶ, μαρτυρεῖ περὶ ἐμοῦ, ὅτι ὁ Πατὴρ με ἀπέστειλεν. Εἰ οὖ ποιῶ τὰ ἔργα τοῦ Πατρὸς μου, μὴ πιστεύετέ μοι· εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις μου (59) πιστεύσατε· ἵνα γνῶτε καὶ πιστεύσητε, ὅτι ἐν ἐμοὶ ὁ Πατὴρ, κἀγὼ ἐν αὐτῷ. ΠΡΟΣ ΚΟΡ. β'. Μηδεμίαν ἐν μηδενὶ διδόντες προσκοπὴν, ἵνα μὴ μωμηθῇ ἡ διακονία. Ἄλλ' ἐν παντὶ συνιστάντες ἑαυτοὺς ὡς Θεοῦ διάκονοι, ἐν ὑπομονῇ πολλῇ, ἐν ὀλίγψει, καὶ τὰ ἕξης.