Ancient Greek
435.14 to 435.43
Basilius Theol., Regulae Morales 435.14-43
Unproofread scanNot analysed yet
νῃ (94) καὶ μαθητεύσαντες ἱκανούς, ὑπέστρεψαν εἰς τὴν Λύστραν, καὶ Ἰκόνιον, καὶ Ἀντιόχειαν, ἐπιστηρίζοντες τὰς ψυχὰς τῶν μαθητῶν, παρακαλοῦντες ἐμμένειν τῇ πίστει· καὶ ὅτι διὰ πολλῶν ὀλιγῶν δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ὅτι δεῖ τὸν ἔλεγχον καὶ τὴν ἐπιτίμησιν οὕτως δέχεσθαι, ὡς φάρμακον ἀναιρετικὸν πάθους, καὶ ὑγείας κατασκευαστικόν. Ἐξ οὐ δήλόν ἐστιν, ὅτι οἱ ἐν πάσῃ ἀνθρωπαρεσκείᾳς ἐπείκειαν ὑποκρινόμενοι, καὶ μὴ ἐλέγχοντες τοὺς ἀμαρτάνοντας, τὸ ὅλον ζημιοῦσι, καὶ εἰς αὐτὴν τὴν ἀληθινὴν ζωὴν ἐπιβουλεύουσιν. Κεφάλ. ζ'. ΜΑΤΘΑΙΟΣ. Ἐὰν δὲ ἀμάρτῃ εἰς σὲ ἀδελφός C σου, ὑπαγε, ἐλέγξον αὐτὸν μεταξύ σοῦ καὶ αὐτοῦ μόνου· ἐὰν σοῦ ἀκούσῃ, κέρδησας τὸν ἀδελφόν σου. ΠΡΟΣ ΚΟΡ. α'. Συναχθέντων ὑμῶν (95) καὶ τοῦ ἐμοῦ πνεύματος σὺν τῇ δυνάμει τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, παραδοῦναι τῷ τοιούτῳ τῷ Σατανᾷ εἰς ὀλεθρον τῆς σαρκός, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου Ἰησοῦ. ΠΡΟΣ ΚΟΡ. β'. Ὅτι ἡ ἐπιστολὴ ἐκείνη, εἰ καὶ πρὸς ὧραν ἐλύπησεν ὑμᾶς, νῦν χαίρω, οὐχ ὅτι ἐλυπήθητε, ἀλλ' ὅτι ἐλυπήθητε εἰς μετάνοιαν. Ἐλυπήθητε γὰρ κατὰ Θεόν, ἵνα ἐν μηδενὶ ζημιωθῆτε ἐξ ἡμῶν. Ἡ γὰρ κατὰ Θεὸν λύπη μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον κατεργάζεται. ΠΡΟΣ ΤΙΤ. Δι' ἣν αἰτίαν ἐλέγχε αὐτοὺς ἀποτόμως, ἵνα ὑγιαίνωσιν ἐν τῇ D πίστει. ΟΡΟΣ ΟΓ'. Ὅτι οὐ δεῖ ἄνδρα ἀπὸ γυναικὸς (96), ἢ γυναῖκα ἀπὸ ἀνδρὸς χωρίζεσθαι, εἰ μὴ τις ἂν ἐπὶ πορνείᾳ ἀλῷ,