Ancient Greek
435.47
Basilius Theol., Regulae Morales 435.47
Unproofread scanNot analysed yet
ἢ εἰς τὴν θεοσέβειαν κωλύηται. Κεφάλ. α'. ΜΑΤΘΑΙΟΣ. Ἐρρήθη δέ, ὅτι ὃς ἂν ἀπολύσῃ A τὴν γυναῖκα αὐτοῦ, ὅστω αὐτῇ ἀποστάσιον. Ἐγὼ δὲ λέγω ὑμῖν, ὅτι ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ, παρὰ λόγον πορνείας, ποιεῖ αὐτὴν μοιχᾶσθαι· καὶ ὃς ἂν (97) ἀπολελυμένην γαμῆσῃ, μοιχᾶται. ΛΟΥΚΑΣ. Εἰ τις ἔρχεται πρὸς με, καὶ οὐ μισεῖ τὸν πατέρα, καὶ τὴν μητέρα, καὶ τὴν γυναῖκα, καὶ τὰ τέκνα, καὶ τοὺς ἀδελφοὺς, καὶ τὰς ἀδελφὰς, ἐπὶ δὲ καὶ τὴν ἑαυτοῦ ψυχὴν, οὐ δύναται μου εἶναι μαθητής. ΜΑΤΘΑΙΟΣ. Λέγω δὲ ὑμῖν, ὅτι ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ, εἰ μὴ (98) ἐπὶ πορνείᾳ, καὶ γαμῆσῃ ἄλλην, μοιχᾶται· καὶ ὁ ἀπολελυμένην γαμῆσας, μοιχᾶται.