Ancient Greek
Poem 2825
Byzantine Book Epigrams, Book Epigrams: Dates 2825
Not analysed yet
Τέρμα δεδωκὼς τῇ πανιέρῳ βίβλῳ
τῇ θείᾳ ταύτῃ Διονύσιου πάνυ,
τοῦ ἱεράρχου τῶν Ἀθηναίων πάγου,
γέγραφα λίαν ἀγγελίας ἀγγέλων
κυριοτήτων καὶ δυνάμεων θρόνων,
ἀρχῶν ἱηρῶν καὶ Σεραφὶμ ἁγίων
καὶ τῶν Χερουβὶμ, ἱεραρχίας πάσης
τὰς εἰκόνας πῶς καὶ διατί τὰς θέας
τι τὰ πολυόμματα τῶν ἓξ πτερύγων
ἀνθρωποειδὲς καὶ τὸ πυρῶδες ξένον·
παράδοσις τίς, θεία τῶν ὀνομάτων
καὶ τὸν ἑκατὸν τῶν κεφαλαίων τύπον,
εἰς ὅνπερ εὕρῃς πάντα τῆς θεοπτίας
ἀποκρίσεις τε δογμάτων διαφόρων.
Γέγραφα μυστηρία θείας τριάδος,
γέγραφα μυστηρία τῆς ἐκκλησίας,
τάξιν ἀκριβῆ δογμάτων πολυτρόπων,
μυστηρίων δίδαγμα, πῶς ἕξει τέλος,
ζώντων νεκρῶν γε κανόνας ὑπερθέτους·
γέγραφα μνήμας πλείστας ἱεροθέου
ἀρχιεράρχου τῶν Ἀθηνῶν σὺν πόθῳ·
γέγραφα πάλιν μυστικῆς ἄλλης λόγους
θεηλογίας Διονυσίου ἕξ·
ἐπιστολὰς ἔγραφα τὰς διαφόρους,
τὴν πρὸς Γάϊον, Σωπάτρην καὶ τὴν Τίτου
τοῦ Δημοφίλου, καὶ πάλιν Πολυκάρπου,
καὶ τὴν περιόρισιν οὕνεκα θρόνου
εὐαγγελιστοῦ λίαν ἠγαπημένου.
Ταῦτα γέγραφα πάντα τῇ προθυμίᾳ
καὶ τῇ θελήσει τοῦ πάνυ σοφωτάτου,
θεοῦ θέλοντος, μάνδρας ἀκροτηρίου
μονῆς τιμίας ὄντος ἀρχιμανδρίτου
θεοπροβλήτου Λουκᾶ παναοιδίμου,
δούλου θεϊκοῦ καὶ λίαν φιλοπόνου,
εἰς δόξαν αὐτῆς τρισυπερφώτου μόνης
θείας τριάδος ἐν τρισὶ ταῖς οὐσίαις,
αἰτῶν ἀμοιβὴν ψυχικὴν σωτηρίαν
λιταῖς ὁσίαις, Διονυσίου φίλοι.
Ταύτην δ᾽ ἐτερμάτωσα τὴν θείαν βίβλον
ἐγὼ πολίτης ἀμαθὴς περεγρῖνος,
πάντας ἀπαιτῶν τοὺς βλέποντας ἐνθάδε
εὐχὴν ἀγαθὴν τῷ λίαν ἐπταικότι,
ἔτων τρεχόντων ἑξάκις χιλιάδων
ἑπτακοσίων, εἰκάδος δ᾽ ἑνὸς πρόσω,
πρώτης ἰνδίχθου, μηνὸς αὐγούστου δύο.