Ancient Greek
Poem 5724
Byzantine Book Epigrams, Book Epigrams: Dedications 5724
Not analysed yet
Καὶ τοῦτο τῆς σῆς ἄξιον μουσουργίας
αὐτοκράτορ μέγιστε βιβλίον Λέον·
φέρει γὰρ ἔνδον τῶν πρὶν ἑλλήνων ἄναξ
τὰς σεμνοκομψοψευδομυθοπλασίας
ἀνατραπείσας ἐκ σοφοῦ διδασκάλου
καὶ μήν γε χρησμοὺς δεικνύει τοῦ Λοξίου
νόθους, βέβηλους, ἀγκύλους, λαοπλάνους
ἐξ ὧνπερ οἱ πρὶν ἐζοφοῦντο τῇ πλάνῃ
ἀποσφαλέντες πάντες εὐθείας τρίβου
ἀπλῶς τε κοινῶς τῶν ἐκείνων δογμάτων
τρανῶς ἐλέγχει τοῦτο τὴν γλωσσαλγίαν.
ἀλλ᾽ ὦ φαεινὸν ὄμμα τῆς Οἰκουμένης,
ἡ τῶν ἀνάκτων πανσοφωτάτη λύρα
εἰς μῆκος ἔλθῃς εὐτυχεστάτων χρόνων
νίκας ἀνιστῶν εἰς ἀεὶ τρόπαιά τε
συγκλητικοῖς ἅπασι σοῖς Βρουμαλίοις
πανηγυρίζειν ἐνδιδοὺς ἐτησίως,
ἐμοὶ δὲ τῷ σῷ πατρικῷ παραστάτῃ
πλέον κροτεῖν σε Πέτρῳ τῷ πατρικίῳ
καὶ προσφιλῆ σοι προσκομίζειν βιβλίον.