Ancient Greek · ~4 min
6 to 9
CARYSTIUS PERGAMENUS, Fragmenta 6-9
Not analysed yet
Καὶ ἀμβροσίαν δὲ ἄνθος τι ἀναγράφει ὁ Καρύστιος ἐν Ἱστορικοῖς ὑπομνήμασι, λέγων οὕτως· «Νίκανδρός φησιν, ἐξ ἀνδριάντος τῆς κεφαλῆς Ἀλεξάνδρου τὴν καλουμένην ἀμβροσίαν φύεσθαι ἐν Κῷ.» Προείρηται δ’ ἄνω περὶ αὐτῆς, ὅτι τὸ κρίνον οὕτω λέγουσι. Καρύστιος δ’ ὁ Περγαμηνὸς ἐν Ἱστορικοῖς ὑπομνήμασι, «Κηφισόδωρος, φησὶν, ὁ Θηβαῖος, Πολύδωρον τὸν Τήιον ἰατρὸν Ἀντιπάτρῳ συσσιτεῖν, ψιλοτάπιδα ἔχοντι κρικωτὴν καθάπερ τοὺς στρωματεῖς εὐτελῆ, ἐφ ̓ ἧς κατακεῖσθαι, κάδους δὲ χαλκοῦς καὶ ποτήρια ὀλίγα· γεγονέναι γὰρ ὀλιγοδίαιτον καὶ τρυφῆς ἀλλότριον. Περὶ οὗ (sc. περὶ Κασάνδρου τοῦ Μακεδονίας βασιλεύσαντος) φησι Καρυστιος ἐν Ἱστορικοῖς ὑπομνήμασιν, ὅτι οὕτως ἦν φιλόμηρος, ὡς διὰ στόματος ἔχειν τῶν ἐπῶν τὰ πολλά· καὶ Ἰλιὰς ἦν αὐτῷ καὶ Ὀδυσσεία ἰδίως γεγραμμέναι. Εἶτ ̓ οὐκ ἐγὼ δικαίως πάντας ὑμᾶς τοὺς φιλοσόφους μισῶ, μισοφιλολόγους ὄντας; οὓς οὐ μόνον Λυσίμαχος ὁ βασιλεὺς ἐξεκήρυξε τῆς ἰδίας βασιλείας ἀπελαύνων, ὡς ὁ Καρύστιός φησιν ἐν Ἱστορικοῖς ὑπομνήμασιν, ἀλλὰ καὶ Ἀθηναῖοι.