Ancient Greek · ~3 min
Dfhg-Source dfhg4_CARYSTIUS_PERGAMENUS
CARYSTIUS PERGAMENUS, Fragmenta 5
Not analysed yet
Καρύστιος ἐν Ἰστορικοῖς ὑπομνήμασι, «Χάρωνι, φησὶ, τῶ Χαλκιδεῖ παῖς καλὸς ἦν, καὶ εἶχεν εὖ πρὸς αὐτόν. Ὡς δ’ Αλέξανδρος παρὰ Κρατέρω αὐτὸν ἐπῄνεσε γενομένου πότου, ὁ Κράτερος ἐκέλευσε τὸν παῖδα καταφιλῆσαι τὸν Ἀλέξανδρον· καὶ ὃς, Μηδαμῶς, εἶπεν, οὐ γὰρ οὕτως ἐμὲ εὐφρανεῖ, ὡς σὲ λυπήσει. Ὥσπερ γὰρ ἦν ἐρωτικὸς ὁ βασιλεὺς οὗτος, οὕτως καὶ πρὸς τὸ καθῆκον ἐγκρατὴς καὶ πρὸς τὸ πρεπωδέστατον. Αἰχμαλώτους γοῦν λαβὼν τὰς Δαρείου θυγατέρας καὶ τὴν γυναῖκα κάλλει διαπρεπεστάτην οὖσαν, οὐ μόνον ἀπέσχετο, ἀλλ’ οὐδ’ ἐκείνας μαθεῖν ἐποίησεν, ὅτι εἷσὶν αἰχμάλωτοι, ἀλλ’ ὡς ἔτι Δαρείου ἐν τῇ βασιλείᾳ ὄντος πάντα αὐταῖς χορηγεῖσθαι ἐκέλευσε. Διόπερ καὶ Δαρεῖος τοῦτο μαθὼν ηὔξατο τῷ Ἡλίω τὰς χεῖρας ἀνατείνας, ἢ αὐτὸν βασιλεύειν ἢ Ἀλέξανδρον.»