Ancient Greek
Section 16
Cassius Iatrosophista, Ἰατρικαὶ Ἀπορίαι καὶ Προβλήματα Φυσικά 16
Not analysed yet
Διὰ τί ἐν τῷ θέρει μᾶλλον αἱ ὀφθαλμίαι γίνονται, ἤπερ ταῖς ἄλλαις ὥραις, καίτοι ξηροῦ τούτου ὑπάρχοντος καὶ ἀλεεινοῦ; ἔδει γὰρ διὰ μὲν τὸ παρακολουθεῖν τῷ καιρῷ ξηρόν, ῥεῦμα μὴ γίνεσθαι οὐ μὴν οὐδὲ κατὰ στέγνωσιν συμβαίνειν ὤφελεν διὰ τὴν προσοῦσαν ἁλέαν. Ῥητέον, ὅτι εἰ καὶ ταῦτα παρακολουθεῖ, ἀλλ᾽ ὅμως τὸ φαιδρὸν πολὺ ὄν, μᾶλλον βλάπτει τὰς ὄψεις, διὰ τὸ πᾶν τὸ ὑπὲρ τὸ μέσον λευκόν, ταρακτικὸν καὶ συγχυτικὸν εἶναι. οὕτω γὰρ καὶ ἠρεμίαν προστάσσοντες κελεύομεν ἐν σκοτεινῷ τόπου μέρει ταύτην παραλαμβάνεσθαι, ὡς πᾶσαν τὴν συγκριτικὴν αἰτίαν φεύγειν. ἐν τῷ οὖν θέρει τὸ αἴτιον τῆς ὀφθαλμίας, καθὼς δέδεικται, ὑπάρχει τὸ φαιδρὸν τοῦ ἡλίου.