Ancient Greek
Section 17
Cassius Iatrosophista, Ἰατρικαὶ Ἀπορίαι καὶ Προβλήματα Φυσικά 17
Not analysed yet
Διὰ τί, ὁμοιότητος ὑπαρχούσης ἐπί τε τῶν ὀφθαλμῶν καὶ τῶν ὤτων, ὀφθαλμὸς ὀφθαλμῷ συμπάσχει, [οὖς δὲ ὠτὶ οὐκ ἔτι]; Ὅτι οὐ μόνον ὁμοιότης ἐπὶ τῶν ὀφθαλμῶν ὑπάρχει, ἀλλὰ καὶ πολλὴ ἐγγύτης· ἐπὶ δὲ τῶν ὤτων, πολύ ἐστι τὸ μεταξὺ διάστημα. καὶ ὅτι τὰ μὲν τῶν ὀφθαλμῶν συγκινητικὰ ἐκ τῶν ἔνδοθεν τὴν ἀρχὴν λαμβάνει, ἐπὶ δὲ τῶν ἀκοῶν, ἔξωθεν προσπίπτει.