Ancient Greek
Section 18
Cassius Iatrosophista, Ἰατρικαὶ Ἀπορίαι καὶ Προβλήματα Φυσικά 18
Not analysed yet
Διὰ τί τινες τῶν ὀφθαλμιασάντων ὀξύτερον ὁρῶσιν; ἢ δῆλον, ὅτι ᾧ λόγῳ τὰ ἀποδακρυτικὰ κολλύρια ὀξυδορκικὰ λέγεται, τῷ ἐκ τῆς ἀποδακρύσεως καὶ ὡς εἰπεῖν καθάρσεως ὀξύτερον ὁρᾶν τοὺς χρωμένους· οὕτω καὶ ἐπὶ τῶν ἐκ τῆς ὀφθαλμίας ἀποδακρυσάντων, ἐκ παχυτέρας καὶ ἐπικειμένης τινὸς ὕλης συμβαίνει τὸ ἄμεινον ὁρᾶν, καθάρσεως γενομένης;