Ancient Greek
Section 19
Cassius Iatrosophista, Ἰατρικαὶ Ἀπορίαι καὶ Προβλήματα Φυσικά 19
Not analysed yet
Διὰ τί ἐπὶ τῶν μελλόντων ὑποχεῖσθαι, συμβαίνει ὁρᾶσθαι κωνωποειδῆ καὶ μυιοειδῆ καὶ μυρμηκοειδῆ, καὶ ὅσα παρακολουθεῖν πέφυκεν; ἢ δῆλον, ὅτι ὁποίαν τὴν πῆξιν λάβοι τὸ ὑγρόν, τοιαῦτα καὶ ὑποπίπτειν ἀνάγκη ἅμα τῷ ἄρξασθαι πήγνυσθαι τὸ ὑγρόν. καὶ ἔτι, κατὰ τὴν αὐτὴν ἐπιβολὴν ἐνεργεῖ τὸ ὁρατικὸν διὰ παντὸς τοῦ ὁρατικοῦ· ἀλλὰ γὰρ ἐμποδίζεται κατ’ ἐκεῖνα τὰ μέρη, καθ᾽ ἃ μάλιστα ἡ πῆξις γίνεται. οἷον οὖν ἂν συμβῇ τὸ πρωτοπαγὲς τοῦ ὑγροῦ σχῆμα, τοιαῦται καὶ αἱ ἀντιλήψεις γίνονται τῶν ἐκτὸς ὑποκειμένων.