Ancient Greek
Section 20
Cassius Iatrosophista, Ἰατρικαὶ Ἀπορίαι καὶ Προβλήματα Φυσικά 20
Not analysed yet
Διὰ τί οἱ χασκόμενοι ἐπ’ ἔλαττον ἀκούουσιν; ὅτι ἐν τῷ διΐστασθαι τὰς γένυς, συμπιέζεται ἡ ἀκοή, ἅμα καὶ πνεύματος κατεχομένου, ὅθεν καὶ ἦχοι γίνονται. τοῦ οὖν ἔξωθεν ἀέρος μὴ ἔχοντος παρείσδυσιν, οὐ γίνεται ἀντίληψις.