Ancient Greek
Section 21
Cassius Iatrosophista, Ἰατρικαὶ Ἀπορίαι καὶ Προβλήματα Φυσικά 21
Not analysed yet
Διὰ τί σκαλευόντων ἡμῶν τὰς ἀκοὰς οἷα μηλωτίσιν ἤ τισιν ἄλλοις, συμβαίνει βῆχα κινεῖσθαι, ὥσπερ ἐρεθιζομένης τῆς ἀρτηρίας; ἢ ὅτι πολλὴ συγγένεια οὐ τῇ φωνῇ μόνῃ πρὸς τὴν ἀκοήν, ἀλλὰ καὶ τοῖς μέρεσι πρὸς τὰ μέρη οὕτως, ὡς καὶ τὸ φωνητικὸν ὄργανον συμπαθεῖν. γίνεται δὲ τὸ βηχίον ἐν τῷ φωνητικῷ.