Ancient Greek
Section 22
Cassius Iatrosophista, Ἰατρικαὶ Ἀπορίαι καὶ Προβλήματα Φυσικά 22
Not analysed yet
Τίνος ἕνεκα τῶν κεφαλαλγούντων οἱ μὲν ὀξέως αἰσθάνονται τῶν φωνῶν, οἱ δὲ οὐδόλως αἰσθάνονται; ἢ δῆλον τό, ἐὰν γένωνται σφοδραὶ αἱ κεφαλαλγίαι, ὡς σφήνωσιν πλείονα γενέσθαι πρηγησαμένης καὶ σκοτώσεως, συμβαίνει τὸν νοῦν κατὰ φύσιν μὴ διακεῖσθαι· νοῦς δὲ ὁρᾷ, ὥς φησί τις τῶν ἀρχαίων· ὥστε καὶ τούτου κακωθέντος, καὶ τῆς φωνήσεως ὑποκειμένης, εἰκότως οὐκ ἀντιαμβάνονται τῶν φωνῶν.