Ancient Greek
Section 23
Cassius Iatrosophista, Ἰατρικαὶ Ἀπορίαι καὶ Προβλήματα Φυσικά 23
Not analysed yet
Διὰ τί κώφωσιν ἔχοντες διὰ τῶν μυκτήρων φθέγγονται; δῆλον, ὅτι ἐκ πρώτου τοῦ πάθους συναισθήσεις γίνονται αὐτοῖς, οἷον εἰς δύναμιν ἀνευρύνουσι τὰς ἀκοάς· ὧν ἀνευρυνομένων καὶ οἱ πόροι ἀνευρύνονται τῶν μυκτήρων ἐκ τῆς διαστάσεως μυσάντων. οὕτω δὲ τοῦ πνεύματος ἐκ τῆς διαστάσεως φερομένου, εὐμαρῶς ὥσπερ φθογγή τις ἀποτελεῖται.