Ancient Greek
Section 37
Cassius Iatrosophista, Ἰατρικαὶ Ἀπορίαι καὶ Προβλήματα Φυσικά 37
Not analysed yet
Διὰ τί πταρμὸς σπανιάκις γίνεται εἷς καὶ σπανιάκις πολλοί, ἀλλὰ πταρμοὶ πλεονάκις γίνονται κατὰ δύο; Πρόχειρος οὖν ἡ αἰτία· δύο γάρ εἰσι καὶ οἱ πόροι τῆς ῥινός· καὶ ἐπειδὴ ὁ πταρμὸς γίνεται κατ᾽ ἐκτιναγμὸν πνεύματος, τοῦ ἑνὸς καθ᾽ ἕνα πόρον γενομένου τοῦ πταρμοῦ, συνδιατίθεται καὶ ὁ ἕτερος.