Ancient Greek
Section 38
Cassius Iatrosophista, Ἰατρικαὶ Ἀπορίαι καὶ Προβλήματα Φυσικά 38
Not analysed yet
Ζητήσειεν ἄν τις, δι᾽ ἣν αἰτίαν ἐπὶ μὲν τῶν κώλων κατάγματος μετ᾽ ἐγκυρτώσεως γενομένου, ἔσωθεν φύεται σὰρξ τοῦ ἀποπρισθέντος ὀστέου οὕτως, ὥστε ἀναπληρῶσαι τὴν μεταξὺ τῶν ὀστῶν στερέωσιν καὶ ἰσοδυναμεῖν ἐπὶ δὲ τῶν αἰγιλώπων εἰ γένοιτο τῇ τῶν ὀστέων φύσει. σύντριψις τοῦ ὀστέου, μένει τὰ μέρη μὴ σαρκοφυοῦντα; ἢ ὅτι ἐπὶ μὲν τῶν κώλων πλείονά ἐστι τὰ περικείμενα σώματα, καὶ ἄλλως συνέχειαν ἔχει πρὸς ἄλληλα, καὶ οὐκ ἀφέστηκεν ἀλλήλων· ἐπὶ δὲ τῆς ῥινὸς καὶ ὀλιγόσαρκα τὰ μέρη καὶ συνέχειαν οὐκ ἔχει, καὶ τὴν μεταξὺ κενὴν χώραν.