Ancient Greek
Section 72
Cassius Iatrosophista, Ἰατρικαὶ Ἀπορίαι καὶ Προβλήματα Φυσικά 72
Not analysed yet
Διὰ τί ἐν ταῖς χολέραις τὰ ἄκρα συνέλκεται καὶ σπᾶται καὶ καταψύχεται, καὶ ἀμαυρὸν τὸν σφυγμὸν ἔχουσιν; ὅτι λεληθότως διαφορεῖται τὸ ἐξ αὐτῶν πνεῦμα πρὸς τὴν ἐν κοιλία λεπτομέρειαν· ἔνθερμος γὰρ τούτοις ἡ κοιλία· ἔνθεν καὶ ναρκῶσι. ναρκᾷ δὲ τὰ στερούμενα τῆς τοῦ πνεύματος παραθέσεως· τὰ δὲ ἄκρα ψύχεται καὶ συνέλκεται, τῷ καὶ τὸ ἐν τούτοις θερμὸν πρὸς τὴν κοιλίαν φέρεσθαι διὰ τὴν λεπτομέρειαν.