Ancient Greek
Section 73
Cassius Iatrosophista, Ἰατρικαὶ Ἀπορίαι καὶ Προβλήματα Φυσικά 73
Not analysed yet
Διὰ τί οἱ ὑδροφοβικοὶ τὸ ὕδωρ φοβοῦνται, καὶ τὸ αἰδοῖον ἅμα τοῖς ὑποχονδρίοις ἐντείνονται, καὶ τρέμουσι καὶ σπῶνται καὶ παρακόπτουσιν εἰς τοσοῦτον, ὥστε καὶ ὑλακτῆσαι κυσὶν ὁμοίως; σπῶνται μὲν οὖν καὶ τρέμουσι, τοῦ στομάχου συντιθεμένου τῷ νευρώδει. διὰ ταὐτὸ δὲ καὶ τὸ αἰδοῖον ἐντείνονται. ἡ γὰρ τοῦ ὑδροφόβου κατασκευὴ καὶ ἡ πεῖσις, ἔνστασίς ἐστι περὶ τὸν στόμαχον καὶ τὴν κοιλίαν. παρακόπτουσι δὲ διὰ τὸ ἀναδίδοσθαι ἐπὶ κοιλίαν καὶ στόμαχον ὕλην ἐφθαρμένην, καὶ ταύτης μέρος τι εἰς τὰς μήνιγγας ἀναθυμιᾶσθαι. ἐνιστάμενον δὲ περὶ ταύτας, ἀπεργάζεται τὰς ἐκνοίας· ὀχλοῦνται δὲ πίνοντες, ὅτι ἡ μὲν σύστασις ἀπετελέσθη περὶ μικροὺς πόρους. ὅταν οὖν πίνωσι, παραδύεται τὸ ὕδωρ, ἅτε λεπτομερὲς ὄν, τοῖς μικροῖς πόροις καὶ αὔξει τὰς ἐνστάσεις. ὑπὸ δὲ τῆς στερεμνίου τροφῆς οὐκ ὀχλοῦνται. τοὺς γὰρ ὄγκους αὐτῶν μεγάλους ὄντας, οἱ πεπονθότες οὐ παραδέχονταί ποτε. καὶ μὴ πίνοντες δὲ τὸ ὕδωρ, δεδοίκασι τοῦτο διὰ τὴν τῶν αἰσθητηρίων φαντασίαν. πίνων γάρ τις ὁρᾷ ἅμα καὶ πίνει· ἡ δὲ ὅρασις ὑπὸ τοῦ ὕδατος κινηθεῖσα, συγκινεῖ τὸ ἐν τῷ στόματι πνεῦμα. τοῦτο δὲ κινηθὲν ὑπὸ τοῦ πινομένου συγκινεῖ τὴν ὅρασιν οὕτως, ὡς ὑπὸ τοῦ ὕδατος πρὶν ἐκινεῖτο ἐκ δὲ τῆς συγκινήσεως γίνεται συγγυμνασία τοιαύτη, ὥστε κἂν μὴ πίνηται τὸ ὕδωρ, βέβληται ἐν τῷ στομάχῳ πνεῦμα συγκινοῦν, ὡς ὑπὸ τοῦ πινομένου τάχιον ὀχληρῶς ἐκινεῖτο. συγκαλυψάμενοι οὖν πίνουσι διὰ τὸ ἀποχωρεῖν τῶν κινημάτων τὸ ἕτερον. ὑπὲρ δὲ τοῦτο ἰόν, τοῖς πόροις τοῦ στομάχου ἐνίστασθαι βέλτιον ἔχει.