Ancient Greek · ~1 min
Dfhg-Source dfhg3_CHARAX_PERGAMENUS
CHARAX PERGAMENUS, Fragmenta 35
Not analysed yet
Φιλωτέρα, πόλις περὶ τὴν Τρωγλοδυτικὴν, Σατύρου κτίσμα. Ἀπολλόδωρος δὲ Φιλωτερίδα καλεῖ. Ἔστι καὶ κοίλης Συρίας Φιλωτέρα, ὡς Χάραξ ἐν ὀγδόῳ Χρονικῶν. Τὸ ἐθνικὸν ταύτης Φιλωτέριος, διὰ τὸ τινὰς καὶ Φιλωτερίαν αὐτὴν εἰρηκέναι. Τῆς δ ̓ Αἰγυπτίας Φιλωτερίτης, διὰ τὸ σύνηθες τοῦ ἐπιχωρίου τύπου.