Ancient Greek · ~2 min
Dfhg-Source dfhg3_CHARAX_PERGAMENUS
CHARAX PERGAMENUS, Fragmenta 36
Not analysed yet
Πόθεν εἴρηται Ἱσπανία; ἀπὸ Ἱσπάνου γίγαντος οὕτω καλουμένου, Ἱσπανίαι δύο τῆς Ἰταλίας ἐπαρχίαι, ἡ μὲν μεγάλη, ἡ δὲ μικρά. Ταύτης ἐμνήσθη Χάραξ ἐν ιʹ Χρονικῶν· «Ἐν Ἱσπανίᾳ τῇ μικρᾷ τῇ ἔξω Λουσιτανῶν πάλιν ἀποστάντων ἐπέμφθη ὑπὸ Ῥωμαίων στρατηγὸς ἐπ ̓ αὐτοὺς Κύϊντος». Ὁ αὐτὸς ὁμοῦ περὶ τῶν δύο· «Κύϊντος ὁ τῶν Ῥωμαίων πολέμαρχος ἐν ἀμφοτέραις ταῖς Ἱσπανίαις, ἡσσώμενος ὑπὸ Οὐριάθου σπονδὰς πρὸς αὐτὸν ἐποιήσατο.»