Ancient Greek
105.4
Choricius Rhet. et Soph., Opera 105.4
Unproofread scanNot analysed yet
Ἄ τούτων ἡμᾶς ὑπογράφειν ἐχρῆν μήτε παραλιπόντας τι τῶν ἀξίων (²) ΕΙΣ ΜΑΡΚΙΑΝΟΝ Α. Α. εἰρήσθαι, μήτε πάντα καταλέγοντας ἐφεξῆς τοῦ μὴ δοκεῖν ἔχειν ἀπειροκάλως, ταῦτα ἐστί. Βούλεσθε οὖν ἐνταῦθα καταλύσωμεν (1) τὸν λόγον; ἢ δόξομεν (2) ἀδικεῖν, εἰ, τὰ τῶν ἄλλων τεχνῶν ἔργα κοσμήσαντες, γραφικὴν ἀτιμάσομεν, τοσοῦτω τῶν ἄλλων τιμιωτέραν ὅσω μᾶλλον μιμεῖται τὴν φύσιν, ἐμψυχά πως βιαζομένη δημιουργεῖν (3). Τὴν μὲν οὖν ὅλην αὐτῆς ἐργασίαν, ἡ περιδραμοῦσα τὸν νεὼν ἐκαλώπισεν, εἰ βουλοίμεθα (4) φράζειν, λόγων ὑφαίνομεν μήκος ἀλλότριον ἑορτῆς. Ὦθεν τὰς ἐπὶ τῶν τοίχων ἱστορίας παραδραμὼν, ἐπὶ τὸν ὄροφον ἀναβήσομαι.