Ancient Greek
159.1
Choricius Rhet. et Soph., Opera 159.1
Unproofread scanNot analysed yet
τούτους ἄβατον ὑπῆρχεν οὐδέν. Ἐπηλθον γῆν, ἐνέδυσαν κύμα, τὸν ἄερα διέπτησαν, ἐνεχόρευον ἀστροὺς, καὶ κατὰ θεῶν ποτὲ ἐτάττοντο. Οὐδὲν τὴν ἐμὴν ὑπέκυπτε δεξιάν (1). Εἰ τις τὴν Ἀφροδίτην ἐλύπει, ἐδλεπον (2) τοὺς παῖδας· ἐπένευσον, ἐκίνουν οὕτω τὰ βέλη καὶ τὸ παθεῖν ὑπελείπετο. Οἷδεν δὲ Ζεὺς τῶν ὅλων δεσπότης πειθόμενος Ἔρωτι. Οἷδεν δὲ Ποσειδῶν ἐν μέσῃ τῇ θαλάσσῃ φλεγόμενος. Οὐ παρεῖδον τὸν Πάνα, τὴν Ἥραν· οὐ παρήλθον τὸν (3) Ζέφυρον. Βορέας πεπειράται, καὶ τῶν Ἀνέμων τὸ βέλος ἄφθην ταχύτερον. Ἀπόλλων ὠδύρατο βαλλόμενος (4). Τί δεῖ λέγειν ἀνθρώπων ἐραστήν; καὶ λέοντος οἴστρον, καὶ ταύρων τῷ πόθῳ. . . τῶν (5) παίδων καὶ τρόπαια πανταχοῦ, καὶ πάντα τῆς Ἀφροδίτης πεπλήρωται. Ὦς. . . οἱ καλοὶ παῖδες ὠπλίζοντο καὶ τὸν πολεμὸν οἴκοθεν εἶχον, καὶ τοῖς ἐμοῖς. . . ἔγνων ἐκεῖθεν ἰδοῦσα τὰ (6) θαύματα, ἐπασχον, ἠπόρουν, ἐγέλων, ἔ. . . γενέσθαι· τὸν κεστὸν ὑπεσκόπουν μὴ τις ὑποκλέψας λανθάνῃ καὶ. . . Εὕρισκω τοὺς Ἔρωτας· ὑπέκυψα τῇ γονῇ. Λοιπὸν ἐπήνουν τὸν Ἄδωνιν. . . τὴν κόμην ἐδίδουν κεχράσθαι, ἐν τοῖς ὀφθαλμοῖς ἐνοικῆσαι τὰς Χάριτας, ἐκ τῶν χειλέων τοξεύσαι τοὺς Ἔρωτας· αἱ δὲ παρειαί, οἶμοι! Συνεθῆρων (7), ἐπόθουν, ἐμίσουν ἐντεῦθεν τὸν Ὀλυμπον. Ἐκεῖνον καὶ θεῶν ἤττητο ὅψις παρ' ἐμοί, καὶ πάντα τοῦ μειρακίου γέγονε δεύτερα. Ἔθῆρα, καὶ τὴν θῆραν ἐθαύμαζον· λεόντων ἐδόκει θρασύτερος, ὑπὲρ τὰς ἐλάφους πηδῶν. Ὀλυμπον τὴν ὕλην, οὐρανὸν ἠγούμην τὰς νάπας. Ὅτε τοῦτον εἶχον, τοῦ συνήθους λαμπρότερον ἐδίδουν βλέπειν τὸν ἥλιον. Μίαν ἠγάπων θέαν, τὸν Ἄδωνιν. Μίαν ἀκοὴν ἐπόθουν, τὸν ἀνθρώπων· οὐδεὶς μοι λαλῶν ἤρεσken, ὅτι μὴ λέγων τὸν Ἄδωνιν.