Ancient Greek
172.5 to 172.6
Choricius Rhet. et Soph., Opera 172.5-6
Unproofread scanNot analysed yet
Καὶ ταῦτα μὲν ἐκ δεξιᾶς εἰσιόντι προσανθήσειε τὰ γράμματα. Ἐκ δὲ τῆς ἑτέρας λαβύρινθον ὁρα καὶ τὸν Θησέα τῷ Μινωταύρῳ διαμαχόμενον. Δεινὸν δὲ τὸ θηρίον, ἀνὴρ καὶ ταῦρος · ἕκαστερον ἐλλιπὲς ,τῇ δὲ θατέρου προσθήκῃ πληρούμενον· ἄνθρωπος ἐς ὤμους, τῷ βοὶ τὸ λείπον δεχόμενος. Τοιγαροῦν αὐτοῦ καὶ τοῦ κέρως ἀντέχεται τῇ μὲν εἰς γῆν κατασπᾶν, τῇ δὲ καὶ πλῆξαι βουλόμενος, ἤδη τῇ λαφὰ πρὸς πληγὴν ἐπειγόμενος.