Ancient Greek
32.3
Choricius Rhet. et Soph., Opera 32.3
Unproofread scanNot analysed yet
Τί οὖν; οὐκ οἴχῆσται (4) τοιούτους ἀνδρας ἡ λύπη χειρωσαμένη; καὶ μάτην ἡμῖν ὁ Θεοδώρου (5) φησί; «μὴτ᾽ εὐτυχῶν ἔσο περιχαρής, μήτε πράττων ἑτέρως περίλυπος »· ἢ τῆς παραίνεσεως τὸ μὲν ἡμῖν εὖ ἔχειν δοκεῖ (μετριάζετε γὰρ εὐπραγοῦντες), τὸ δὲ λοιπὸν περιόψεσθε (6); καὶ το, Ξενοφῶντι δοκεῖ χαλεπώτερον εἶναι τἀγαθά φέρειν μετρίως ἢπερ ἐγκρατῶς τἀναντία. Μὴ τοίνυν, τὴν μειζῶν χαρτηρίαν χαρτηρήσαντες, τῆς ἐλάττονος ἀμελήσητε (7). «Ἐσθλοῦ γὰρ ἀνδρὸς »ἡ τραγῳδία φησίν, «ἀπαντα φέρειν καλῶς ». Πάρεστιν ἤδη καιρὸς τὰς ὑμετέρας ἐξετάζων ψυχάς. Τὸν καλὸν ἐγὼ θηρευτὴν πρὸς τὰ μάχημα δοκιμάζω θηρία, τὸν